Ancient Greek
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 190
Not analysed yet
190 τᾶς τῆς ἐξώλους καὶ σῴζεσθαι μὴ δυναμένης. Σισυφιδᾶν: γράφε Σισυφίδα· λέγεται δὲ ἡ Ἀντίκλεια ἀποστελλομένη ἀπὸ Ἀρκαδίας ἐπὶ Ἰθάκην πρὸς Λαέρτην ἐπὶ γάμον κατὰ τὴν ὁδὸν Σισύφῳ συνελθεῖν ἐξ οὗ ἦν φύσει Ὀδυσσεύς· ὁ δὲ Σίσυφος ορίνθου βασιλεὺς πανοῦργος ἀνὴρ περὶ οὔ φησιν Ὅμηρος ὅ κέρδιστος γένετʼ ἀνδρῶν ὅστις ὑπὸ τοὺς ὄνυχας καὶ τὰς ὁπλὰς τῶν ζῴων ἑαυτοῦ μονογράμματον ἔγραψεν τὸ ὄνομα αὐτοῦ· Αὐτόλυκος δὲ κατʼ ἐκεῖνο καιροῦ ἐκέκαστο κλεπτοσύνῃ θʼ ὅρκῳ τε καὶ αὐτὰ τὰ κλεπτόμενα παρʼ αὐτοῦ τὴν μορφὴν ἤλλασσεν· κλέψας οὖν καὶ Σισύφου θρέμματα καὶ μεταβαλὼν ὅμως οὐκ ἔλαθε τὸν Σίσυφον· ἐπέγνω γὰρ αὐτὰ διὰ τῶν μονογραμμάτων· ἐπὶ τούτοις δὲ ἐξευμενιζόμενος τὸν Σίσυφον ἐξένισεν αὐτὸν καὶ τὴν θυγατέρα αὐτοῦ Ἀντίκλειαν συγκατέκλινεν αὐτῷ καὶ ἔγκυον ἐξ αὐτοῦ γενομένην τὴν παῖδα συνῴκισε Λαέρτῃ διʼ ὃ Σισύφου ὁ Οδυσσεύς· τὸν δὲ Ὀδυσσέα Σισύφου συνήθως φησὶ Σοφοκλῆς· καὶ ἐν Συνδείπνῳ πάντα πράσσων, ὡς ὁ Σίσυφος πολὺς ἔνδηλος ἐν σοὶ πάντα χὠ μητρὸς πατὴρ καὶ Αἰσχύλος ἐν Ὅπλων κρίσει ἀλλʼ Ἀντικλείας ἆσσον ἦλθε Σίσυφος, τῆς σῆς λέγω σοι μητρὸς ἥ σ᾿ ἐγείνατο καὶ Εὐριπίδης ἐν Κύκλωτι Σειλ. χαῖρ᾿, ξένʼ ὅστις δʼ εἶ φράσον πάτραν τε σήν. Ὀδυσσ. Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ. Σειλ. οἷδʼ ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος· φαίνεται δὲ τὸ κακόηθες αὐτοῦ καὶ διὰ τῆς γενέσεως.