Ancient Greek · ~5 min
191 to 199
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 191-199
Not analysed yet
191 μὴ μή μ᾿, ἄναξ: τὸ πλῆρες μὴ μή μοι, ὁ δὲ νοῦς, εἰ δὲ πλάσσουσι ταῦτα καὶ οὐκ ἀληθείᾳ σὺ ἔδρασας μηκέτι κρυπτόμενος ἐν ταῖς ἐφάλοις κλισίαις κακὴν φάτιν ἄρῃς καὶ περιποιήσῃ ἀλλὰ προελθὼν δεῖξον ψευδῆ τὰ λογοποιούμενα. τὸ πλῆρες μή μοι. 193 ἐπάρῃς, αὐξήσῃς ἀπὸ σοῦ. 194 ἀλλʼ ἄνα ἐξ ἑδράνων: ἀνάστα ἐκ τῶν θρόνων ὅπου πολύν χρόνον σεαυτὸν ἐνεστήριξας τὴν ἐκ τοῦ οὐρανοῦ πεμφθεῖσαν ἄτην αὔξων καὶ οἷον ἐμπυρούμενος ὑπὸ τοῦ πάθους καὶ ἐν ἀγωνίᾳ πολλῇ ὤν. ὅπου μακραίωνι στηρίζῃ: ὅπου στηρίζῃ μακραίωνι σχολῇ ὅ ἐστι πολλῷ χρόνῳ, βραδεῖ, τὸν ἀγῶνα ἐμποιοῦντί σοι· μακραίων δὲ αὐτοῖς δοκεῖ διὰ τὴν εὔνοιαν. 196 ἄταν οὐρανίαν: ἀντὶ μετέωρον, μεγάλην φλέγων δὲ ζωπυρῶν, ἀνεγείρων. 197 ἐχθρῶν δʼ ὕβρις: ἡ δὲ τῶν ἐχθρῶν ὕβρις τῶν ταῦτα ἐπὶ σοὶ λεγόντων οὕτω μᾶλλον ἄφοβός ἐστι καὶ ἀδεὴς εἰς τὸ βλασφημεῖν σε διὰ τὸ μὴ φαίνεσθαί σε τοῖς Ἀχαιοῖς. ἀντὶ ἀταρβήτως ὅ ἐστιν ἀνειμένως. 198 ἐν εὐανέμοις βάσσαις: τουτέστιν ἐν ἐκείνοις τοῖς τόποις ὅπου τὰ ὑπὸ σοῦ ἀνῃρημένα ποίμνια ὁρῶντες ἐπεγγελῶσιν· ἢ ἐν εὐανέμοις βήσσαις οἷον ἐν εὐδίᾳ καιρὸν ἔχοντες διαβάλλουσιν. λείπει ὡς πῦρ, ὡς πῦρ ἐν εὐανέμοις βήσσαις. 199 γελώντων. βαρέα καὶ ἀλγεινά.