Ancient Greek · ~6 min
243 to 265
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 243-265
Not analysed yet
243 οἰκτραὶ γὰρ εἰ μὴ ξυμφοραί: δυσγενεῖς γὰρ δοκοῦσιν εἶναι εἰ μὴ ἄρα με σφάλλουσιν αἱ κατʼ αὐτὰς συμφοραὶ τουτέστιν εἰ μὴ ἄρα διὰ τὴν τύχην ὑπεδύσαντο οἶκτον. 244 ταύτας ἐκεῖνος: ἵνα τὰς μὲν αὐτὸς ἔχῃ τὰς δʼ ἀνιερώσῃ τοῖς θεοῖς. 246 ἦ κἀπὶ ταύτῃ τῇ πόλει: ἆῤ οὖν τὸν πολὺν τοῦτον καὶ ἀνάριθμον χρόνον τῶν ἡμερῶν ἐν τῇ Οἰχαλίᾳ διέτριψεν; ἄσκοπον δὲ πολύν, ὃν οὐκ ἄν τις ἐπιλογίσαιτο καὶ καταμάθοι διὰ τὸν χρόνον. 247 ἀντὶ ἀναρίθμητον. 250 πραθείς. τοῦ λόγου δʼ οὐ χρὴ φθόνον: μέμψιν· οὐ χρή, φησί, μέμφεσθαι οἷς ἂν πράξῃ ὁ Ζεύς· ἰδίῳ γὰρ λογισμῷ πάντα πράττει ὡς θέλει· ἢ οὕτως, οὐ χρὴ ἀηδῶς ἀκούειν τὸν λόγον ὅ ἐστιν ἐξευτελίζειν καὶ ψέγειν· ἢ οὐ χρὴ παραιτεῖσθαι λέγειν τὰ παρὰ Διὸς γινόμενα κἂν ᾖ χαλεπά. 253 ὁ Ἡρόδωρος γ΄ ἔτη λέγει. 254 ἐλυπήθη. 256 τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους: τὸν αἴτιον καὶ σχεδὸν αὐτὸν ποιήσαντα τοῦ πάθους, λέγει δὲ τὸν Εὔρυτον. 257 πλεονάζει τὸ ἔτι. 258 ἡλίωσε ἐματαίωσεν, μάταιον εἶπεν τὸ ἔπος. ἀλλ᾿ ὅθʼ ἁγνὸς ἦν: ὅτε ἥγνισεν ἑαυτὸν ἀπὸ τοῦ φόνου ὅ ἐστιν ὅτε ἐπλήρωσε τὴν ὑπὲρ τοῦ φόνου δουλείαν. 259 συμμαχικόν, οὐκ ἴδιον. πόλιν τὴν τὴν Οἰχαλίαν. 263 ξένον: φίλον. 264 ἐπερρόθησε: σφοδρῶς ὕβρισεν· ἢ εἰς τὴν παιδοκτονίαν τῶν ἀπὸ Μεγάρας τέκνων ἢ ὅτι πολλαῖς πρῴην ὡμίλησεν γυναιξὶν ὡς Ἀπολλόδωρος. ἀτηρᾷ ἀπηνεῖ καὶ σκληρᾷ γνώμῃ. 265 λέγων χεροῖν μέν: λέγων αὐτὸν ἡττᾶσθαι τῶν αὐτοῦ τέκνων εἰ καὶ ἄφυκτα βέλη ἔχει.