Ancient Greek · ~6 min
22 to 39
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 22-39
Not analysed yet
22 χρόνου μὲν οὕνεκα: ἀντὶ τοῦ δεδίδαγμαι τῷ χρόνῳ τὸ φυλάττειν σε ὁδηγοῦσα· σύνηθες οὖν τὸ πρᾶγμα. εἰς τὸ αὐτό: τοῦ μὲν χρόνου οὗ σύνειμί σοι χάριν οὐ χρεία μαθεῖν ὅτι τυφλὸς εἶ καὶ ὅτι δεῖ σε προμηθείας τυχεῖν. 24 τὰς γοῦν Ἀθήνας οἶδα: ὅτι ἐν τῇ Ἀττικῇ ἐσμεν οἶδα, τίς δέ ἐστιν οὗτος ὁ δῆμος ἀγνοῶ. 25 τί ηὔδα; ὅτι αὐταί εἰσιν αἰ Ἀθῆναι· ἐμπόρων δὲ ἀντὶ τοῦ ὁδοιπόρων διὸ τὸ χ. 26 ἐν ἐρωτήσει ὁ λόγος, βούλει μάθω τίς ὁ πρὸ τοῦ ἄστεος τόπος; ἆρα. 27 ἀντὶ τοῦ ἐνοικήσιμος. 28 οἴομαι δὲ δεῖν |οὐδέν: οὐ δεῖν τοῦ ἐλθοῦσαν ἐρωτῆσαί με· ἰδοὺ γὰρ ἀνὴρ πάρεστι παῤ οὗ εἰσόμεθα· οἷον οὐκέτι δεῖν ἔοικε προϊοῦσαν μανθάνειν περὶ τοῦ τόπου· καλῶς δὲ τὰ τῆς οἰκονομίας ἵνα μὴ μόνος ὁ Οἰδίπους ἀπολειφθῇ. 30 ἦ κατʼ ἐρώτησιν. 31 χὤτι σοι λέγειν; καὶ ὅπερ σοι λέγειν εὔκαιρον νομίζεις λέγε· ἀκούσεται γάρ. 33 ὑπέρ τ᾿ τουτέστιν ὑπὲρ ἀμφοῖν ὁρώσης. 34 οὕνεχ᾿ ἡμῖν αἴσιος: ὅτι αἴσιος ἡμῖν σκοπὸς ἀφῖξαι ὥστε φράσαι περὶ ὧν ἀγνοοῦμεν· ἢ ὥστε φράσαι ἡμῖν ἅ σοι λέξομεν. 35 ἦλθες. ἀντὶ τούτων. λέξομεν. 36 πρὶν νῦν τὰ πλείονα ἀπόστηθι πρῶτον τῶν ἀβάτων καὶ τότε ἐράώτα. 37 οὐχ ἁγνόν: οἷον σοὶ οὐχ ἁγνὸν εἰ μὴ μόνοις ἱερεῦσιν· ἢ οἷον οὐκ ἀνειμένον καὶ βατόν. 38 τίνος; 39 ἄθικτος οὐδʼ οἰκητός: Φύλαρχός φησι δύο αὐτὰς εἶναι τά τε Ἀθήνῃσιν ἀγάλματα δύο, Πολέμων δὲ τρεῖς αὐτάς φησιν.