Ancient Greek
ΕΙΣ ΤΡΑΧΙΝΙΑΣ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 266-3
Not analysed yet
266 τῶν ὧν τέκνων λίποιτο: τοῦτο ἰδίως· οὐ γὰρ ἠλαζονεύσατο μόνον περὶ τῶν παίδων ἑαυτοῦ ἀλλὰ καὶ δῶρον τοξείας προθεὶς τὴν Ἰόλην νικήσαντι Ἡρακλεῖ οὐκ ἠγγύησεν· διαφωνεῖται δὲ ὁ τῶν Εὐρυτιδῶν ἀριθμός· Ἡσίοδος μὲν γὰρ δ΄ φησιν ἐξ Εὐρύτου καὶ Ἀντιόχης παῖδας οὕτως ἡ δʼ ὑποκυσαμένη καλλίζωνος Στρατονίκη Εὔρυτον ἐν μεγάροισιν ἐγείνατο φίλτατον υἱόν· τοῦ δ᾿ υἱεῖς ἐγένοντο Δηίων τε Κλυτίος τε Τοξεύς τʼ ἀντίθεος ἠδʼ Ἴφιτος ὄζος Ἄρηος· τοὺς δὲ μέθ᾿ ὁπλοτάτην τέκετο ξανθὴν Ἰόλειαν Ἀντιόχη κρείουσα παλαιὸν γένος Ναυβολίδαο Κρεώφυλος δὲ β΄, Ἀριστοκράτης δὲ γ΄, Τοξέα, Κλυτίον, Δηίονα.