Ancient Greek
312 to 361
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 312-361
Not analysed yet
312 ἦ ἐν ἤθει οἷον πολλοῦ γε δεῖ. μὴ δόκει μ᾿ ἂν εἴπερ; δαιμονίως ᾠκονόμηται τοῦτο πρὸς τὴν χείρωσιν Κλυταιμήστρας· τὸ δὲ εἴργεσθαι ἐξόδου τὴν μείρακα περιπαθὲς μὲν χρήσιμον δὲ πρὸς τὴν ὑπόθεσιν. 317 τοῦ λείπει ἡ περί. 318 βραδύνοντος. 320 φιλεῖ γὰρ ὀκνεῖν: δύναται τὸ ὀκνεῖν Ὁμηρικῶς εἰρῆσθαι ἀντὶ τοῦ φοβεῖσθαι ὀκνείω δ᾿ ἵππων ἐπιβαινέμεν ὠκειάων. 324 ὡς δόμων ὁρῶ τὴν σὴν ὅμαιμον. οὐχ ὡς τῆς Χρυσοθέμιδος τἀναντία φρονούσης τῇ Ἠλέκτρᾳ ἀλλʼ ἐπειδὴ ὁρῶσιν ἐναγίσματα βαστάζουσαν τοῦτο πρῶτον πυθέσθαι βουλόμεναι κωλύουσιν αὐτὴν τῶν ἑξῆς λόγων. 328 τὸ ἑξῆς, τίνα φάτιν φωνεῖς; τίνʼ αὖ σὺ τήνδε: ἐπίτηδες τοῖς ἀγρίοις ἤθεσιν ἀντιπαρατάττουσι πρᾶα καθάπερ νῦν τῇ Ἠλέκτρᾳ Χρυσόθεμιν συνέζευξεν καὶ τῇ Ἀντιγόνῃ τὴν σμήνην ἕνεκα τοῦ διαποικίλλειν ταῖς ἀντιρρήσεσι τὰ δράματα. 331 θυμῷ γράφε ψυχῇ ματαίᾳ. 335 ὑφειμένῃ δοκεῖ: οὐχ ὅλον τὸ ἱστίον ἀναπετασάσῃ· ἀπὸ τῶν πλεόντων οἳ πρὸς τὴν βίαν τῶν ἀνέμων οὐκ ἀντίσχοντες ὑφιᾶσι τῶν ἱστίων. εἰς τὸ αὐτό: ὑφήσειν τὸ ἱστίον οἷον συστέλλειν τὸ φρόνημα καὶ μὴ ἄντικρυς μάχεσθαι· οἱονεὶ τῇ προαιρέσει χρῶμαι. 339 ὁ νοῦς, τί ὄφελος τῆς δικαιοσύνης εἴ τις διὰ ταύτην τοῖς δεινοῖς περιπέσῃ; 342 φροντίζειν. 343 ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα: ταῦτα ὅμοιά ἐστι τοῖς ἐν τῇ Ἀντιγόνῃ ὅπου τῇ Ἰσμήνῃ λοιδορεῖ καί φησιν αὐτὴν τὰ Κρέοντος φρονεῖν. οἷον ἃ εἶπες ἐμὲ νουθετοῦσα. 345 ἔπειθ᾿ ἑλοῦ γε: ὁμολόγησον σαυτὴν ἢ φρονεῖν κακῶς προστιθεμένην τοῖς ἐχθροῖς ἢ φρονοῦσαν τῶν φιλτάτων ἀμνημονεῖν οἷον θάτερά σε δεῖ ὁμολογῆσαι ἢ ὅτι κακῶς φρονεῖς ἢ ὅτι ἑκοῦσα ἁμαρτάνεις καὶ παρορᾷς. ὁμολόγησον. 348 τὸ τούτων λείπει ἡ κατά. 350 τήν τε δρῶσαν ἀντὶ ἐμέ· ἡ δὲ ἐκ ἀντὶ τῆς ἀπό, ἀποτρέπεις. 354 κακῶς μὲν ζῶ ἀλλʼ ὑπὲρ τοῦ λυπεῖν τοὺς ἐχθροὺς τοῦτο πράττω. ὀδυνηρῶς. οὐ γὰρ ἐφίεμαι τρυφερώτερον ζῆν. 355 λυπῶ τούτους διὰ τοῦ τιμᾶν τὸν πατέρα. 361 δαψιλὴς ἔστω σοι ἡ τροφή.