Ancient Greek · ~2 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 285
Not analysed yet
285 κεῖνος γὰρ ἄκρας νυκτός; περὶ πρῶτον ὕπνον. πιθανῶς δὲ καὶ τὸ τοῦ χρόνου πρόσκειται· οἱ γὰρ ἐπιβουλεύοντες τότε τὰς ἐξόδους ποιοῦνται ὥστε λαθεῖν τὰς παραφυλακάς. ἡνίχ᾿ ἕσπεροι: ἢ ὅτε οὐκ ἔφαινον ἔτι οἱ ἕσπεροι ἀστέρες ἢ ὅτε ἐσβέσθησαν οἱ λύχνοι· συνετῶς δὲ καὶ οὐ κατὰ μαινόμενον· ἐκ τῆς τοῦ καιροῦ γὰρ ἐννοίας ἐπιβουλεύοντος ἐπιθέσθαι περὶ πρῶτον ὕπνον· λαμπτῆρες δὲ οἱ κατὰ τὴν οἰκίαν φαίνοντες λύχνοι. οἱ κατὰ τὴν ἑσπέραν.