Ancient Greek
286 to 307
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 286-307
Not analysed yet
286 ἀντὶ τοῦ ᾔθοντο. 287 ἐζήτει. τὰς οὐκ ἐπὶ χρήσιμον γινομένας. 288 ἐνίσταμαι. 290 πορείαν, ὁδόν. οὔτε του: ὥσπερ παρὰ Αἰολεῦσι τὸ ὅτινα κοινόν ἐστι κατὰ γένος οὕτω καὶ παρὰ Ἀττικοῖς τὸ του ὅταν οὕτως συντάσσηται κοινῶς λέγεται. 292 ἀεὶ δʼ ἀεὶ θρυλούμενα ὑπὸ πάντων ἀνθρώπων καὶ κοινὰ ἢ ἀεὶ ὑπʼ αὐτοῦ λεγόμενα πρὸς ἐμέ· ὅμοιον δὲ τὸ ἦθος ἐκείνῳ ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε. 294 ἴσως φοβηθεῖσα αὐτὸν οὐ διεκώλυσεν. 295 καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν. τοῦτο μὲν ἀγνοεῖ ἡ Τέκμησσα λέγειν τοῦτο δὲ προεῖπεν αὐτὰ ὁ ποιητὴς ὡς ἐνοχλεῖν οὐ δεῖ τὸν θεατὴν ταὐτολογοῦντα. 297 κύνας βοτῆρας: τοὺς ποιμενικοὺς κύνας· οὐ γὰρ ἀναιρεῖ κατὰ τὴν σκηνὴν ἄνθρωπον ἀλλʼ ὡς ἔξω τινὰς ἀνελών. ὑφʼ ἕν. 298 τὸν τράχηλον ἀπέκοπτεν, ἐλαιμοτόμει. 299 ἔσφαζε κἀρράχιζε: ὅπερ Ὅμηρος αὐερύειν ψησὶν ὥστε κατὰ τοῦ λαιμοῦ γίνεσθαι τὴν σφαγήν. 300 ὥστε δηλονότι κύνας βοτῆρας ὥστε φῶτας. 301 τέλος δʼ ἀπᾴξας: ἡ μὲν Τέκμησσα ἠγνόει τίνι διείλεκται ἐκ τοῦ προλόγου ὅτι Ἀθηνᾶ ἦν ἡ λαλήσασα αὐτῷ· τὸ δὲ σκιᾷ τινι ὅτι οὐ συνέβαλεν τὰ περὶ τὴν θεὸν καὶ ὅτι ἴδιον τοῖς μαινομένοις τὸ τοῖς ματαίοις λαλεῖν· ἀγνοοῦσα δὲ ὅτι ἡ Ἀθηνᾶ αὐτὸν ἐκάλεσεν διά τοῦ ἀπᾴξας τὴν ἔξοδον τῇ μανίᾳ ἀνατίθησιν. 302 λόγους τουτέστι ῥήματα καταγέλαστα λέγων κατὰ τῶν κριῶν ὡς κατὰ ἀνθρώπων ἐποιεῖτο τὴν κόλασιν. 307 οὐχ ὅτι τοῦτο ἀλγεινόν, τὸ ἀνελεῖν τὰ ποίμνια ἀλλʼ ὅτι διήμαρτεν τῆς τιμωρίας τῶν ἐχθρῶν.