Ancient Greek
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 308
Not analysed yet
308 θώυξεν: ἐβόησεν· τὸ δὲ ἑξῆς, ἐν δὲ τοῖς ἐρειπίοις τῶν νεκρῶν τοῦ ἀρνείου φόνου. ἐν δʼ ἐρειπίοις |νεκρῶν: ἐν τοῖς πτώμασι τῶν νεκρῶν καταπεσὼν ἔκειτο· θαυμαστῶς δὲ ὑπʼ ὄψιν ἤγαγεν τὰ πράγματα μεταξὺ τῶν πτωμάτων τὴν φαντασίαν ἐπιδεικνὺς οἷον καὶ τὸ παῤ Ὁμήρῳ περὶ τοῦ Κύκλωπος τανυσσάμενος διὰ μήλων· ἐρειφθεὶς δὲ ἀντὶ τοῦ καταπεσών, ἐρριμμένος· πάντα γὰρ τὰ ἐπὶ τὴν ἔραν πίπτοντα ἐρίπια καλοῦνται καὶ αἱ ἐρίπναι ἐνταῦθα καὶ τὰ ἐρίπια· τινὲς δὲ ἐρεισθεὶς γράφουσιν οἷον ἐπερεισάμενος.