Ancient Greek · ~8 min
309 to 334
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 309-334
Not analysed yet
309 γράφε ἐρεισθείς. 312 οὐκ ἔχων ἐπιβολὴν τῆς αἰτίας τῶν πεπραγμένων ἐμὲ ἠρώτα τὸ συμβάν· πάνυ δὲ περιπαθὲς τὸν ἐμφρονέστατον Αἴαντα παρὰ τῆς γυναικὸς πυνθάνεσθαι τίνα ἐστὶν ἃ ἔπραξεν αὐτός. 314 τὸ κυρῶ περισπωμένως φησὶν ἡ συνήθεια καὶ Ἀττικοί, ἐν δὲ τοῖς εὐκτικοῖς βαρύνουσιν αὐτὸ Ἀττικοὶ μετὰ ἐκτάσεως τοῦ υ κύροι λέγοντες ἀντὶ τοῦ κυροίη· νῦν δὲ ἀντὶ τοῦ κυρεῖ ὁριστικοῦ κεῖται. 318 οὐκ εἰώθει, φησίν, ὁ Αἴας ἐν τοῖς κακοῖς ἀπολοφύρεσθαι ἀλλʼ ἦν καρτερικός· ἔλεγεν οὖν, φησίν, ἀεὶ κακοῦ ἀνδρὸς τὸ ὀλοφύρεσθαι ὁποῖόν φησι καὶ ὁ Ἡρακλῆς ἐν Τραχινίαις ἀλλʼ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς· ὁ οὖν Αἴας πρὸ τούτου εἰ συνέβη τι αὐτῷ δεινὸν ὡς ταῦρος ἀνεβρυχᾶτο ἀνεξάκουστον, οὐδέποτε δὲ εἰς προφανῆ γόον ἐξέπιπτεν. 325 τῷ σιδήρῳ φονευθεῖσιν ὡς ἀνδροκμῆσιν. 326 καὶ δῆλός ἐστιν ὥς τι δρασείων: προσεκτικὰ πρὸς τὸν ἀκροατὴν ἴνα προσέχῃ ἀκριβέστερον προσδοκῶν τὸ συμβησόμενον. 328 ἀλλʼ φίλοι, τούτων γὰρ οὕνεκ’ ἐστάλην. πιθανὴν τὴν πρόφασιν τῆς ἐξόδου φησὶν ἴνα μὴ δόξῃ τὸν Αἴαντα ἐν τοιαύτῃ συμφορᾷ καταλελοιπέναι. τοῦτο πρὸς τὸ μέγεθος τῆς συμφορᾶς. 330 φίλων γὰρ οἱ τοιοίδε νικῶνται: δηλονότι καὶ οἱ κακοπραγοῦντες ἀπονέμουσιν αἰδῶ τινα τοῖς φίλοις· ἡ οὖν Τέκμησσα ἅτε δὴ γυνὴ οὖσα καὶ αἰχμάλωτος οὐχ οἶα τε αὐτὸν παραμυθεῖσθαι ἀλλὰ τὸν χορὸν προτρέπεται εἰσιέναι, ἐπειδὴ δὲ ἄτοπον τὸν χορὸν ἀπολιπεῖν τὴν σκηνὴν ἀναβοᾷ ἔνδοθεν ὁ Αἴας ἵνα μείνῃ ἐπὶ χώρας ὁ χορός· τοῦτο γὰρ ἐπόθει ὁ θεατής. 332 διαπεφοιβάσθαι. ἐκμεμηνέναιπαρὰ τὸν φοῖτον· ἢ ἀπὸ τῶν φοιβωμένων καὶ ἐνθουσιώντων· καὶ γὰρ ἐκεῖνοι μανίᾳ τινὶ ὅμοιον πάσχουσί τι. 333 ὁ Αἴας ἔνδοθεν ἀναστενάζει. 334 τάχ᾿ ,ὡς ἔοικε: τάχα, ὡς φαίνεται, μᾶλλον στενάζει, ὡς νῦν αὐτοῦ μᾶλλον παρωξυμμένου ἢ πρότερον, εἶτα πρὸς τὸν χορὸν τὰ ἑξῆς ἢ οὐκ ἠκούσατε Αἴαντος οἴαν τήνδε θωύσσει βοήν; ἐμφαντικῶς δὲ τὸ θωύσσει· καὶ γὰρ δεῖ τὸν ὑποκρινόμενον τὸ τοῦ Αἴαντος πρόσωπον ἀπηνεστέρῳ χρήσασθαι τῷ φθέγματι καὶ κυνικώτερον βαύζειν· διὰ τοῦτο εἶπεν θωύσσει. βαύζει