Ancient Greek · ~2 min
337 to 341
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 337-341
Not analysed yet
337 ἀνὴρ ἔοικεν ἢ νοσεῖν: ἢ ἔτι νοσῶν ἀναβοᾷ ἢ μεταγνοὺς ἐπὶ τοῖς πεπραγμένοις. 339 παρέλκει τὸ παῖ· ἡ δὲ Τέκμησσα ἐνόμισεν αὐτὸν τὸν παῖδα καλεῖν. 340 ὤμοι τάλαινʼ· Εὐρύσακες: ἀπορούσης τὸ θος· τὸ μὲν γὰρ ἀποιμώζει τὸ δὲ καλεῖ τὸν παῖδα εἶτα πρὸς ἑαυτὴν ἐπαπορεῖ τί ποτε μενοινᾷ καὶ πάλιν καλεῖ τὸν παῖδα καὶ ἑαυτὴν ἀπολοφύρεται· λεληθότως δὲ ἐνεφάνισεν καὶ τὸ τοῦ παιδὸς ὄνομα· ἐδεδίει δὲ μὴ ἀνέλῃ αὐτὸν μαινόμενος. 341 ποῦ ποτʼ ὁ παιδαγωγὸς αὐτὸν ἔξω εἶχεν.