Ancient Greek · ~8 min
363 to 439
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 363-439
Not analysed yet
363 ἐμοὶ γὰρ ἔστω: ἐμοί, φησίν, ἔστω τροφὴ ἡ τῇ ἀνάγκῃ μόνον ἀρμόζουσα καὶ τὴν πείνην ἀπελαύνουσα· οὐ δέομαι γὰρ τοιαύτης τροφῆς ἀφʼ ἦς ἡδονὴν σχήσωτοὐμὲ μὴ τοῦ μὴ λυπεῖν τὸν πατέρα. 365 οὐδʼ ἂν σὺ εἰ ἐσωφρόνεις ἁβρῶς ἔζης ἠμεληκυῖα τοῦ πατρός. 366 ἀντὶ τοῦ κλήθητι, λέγου, ὀνομάζου. 369 εἰ συγκεράσαιτε τοὺς τρόπους εὖ ἂν ἔχοι· ἡ μὲν γὰρ σμικρὰ ἡ δὲ ἀνειμένη. 372 ἠθάς εἰμί ἀντὶ ἐν συνηθείᾳ εἰμί. 373 τῶν τῆσδε τῶν παρʼ αὐτῆς λεγομένων μύθων. 375 μεγάλων ἢ πολυχρονίων. 379 γράφεται καὶ λόγων. 381 κατεσκεπασμένῃ. 384 νῦν, φησίν, εὔκαιρόν ἐστιν καλῶς φρονῆσαι. 387 ἁρμόζει λίαν τὸ πρόσωπον Ἠλέκτρας τῇ Ἀντιγόνῃ. 391 πάνυ θυμικῶς καὶ τὴν ἀδελφὴν αὐτοῖς συγκαταλέγει ὡς τὰ αὐτῶν αἱρουμένην. 393 εἰρωνεύεται ἐν ἤθει. 401 κακῶν ἐστιν ἐπαινέσαι ταῦτα τὰ ἔπη. 403 νοῦ —ἀντὶ τοῦ συνέσεως κούφη. 411 συγγένεσθε: συμμαχήσατε, συνεργήσατε, συμπράξατε ἡμῖν κἂν νῦν· ἀκούσασα δὲ ὅτι ἐν τοῖς ὀνείροις δείματά τινα τῇ Κλυταιμήστρᾳ γέγονε θαρσεῖ καὶ ἐπικαλεῖται τοὺς θεοὺς εἰ καὶ μὴ πρότερον κἂν νῦν παρεστάναι. 414 πλὴν ἐπὶ ἀντὶ πλὴν ὀλίγων. 417 ὡς αὖθις αὐτοῦ ἀναζήσαντος καὶ προσομιλήδαντος. 419 ἐπὶ τὴν οἰκίαν γενόμενον τουτέστιν ἔποικον. 422 ἐσήμανεν αὐξηθησόμενον Ὀρέστην τὸν θαλλόν. 424 ἡνίχ᾿ ἡλίῳ: τοῖς γὰρ παλαιοῖς ἔθος ἦν ἀποτροπιαζομένους τῷ ἡλίῳ διηγεῖσθαι τὰ ὀνείρατα. ἡλίῳ ἀντὶ ἡμέρᾳ· ἤκουσα, φησί, τοῦ ὀνείρου ἡνίκα ἡμέρας γενομένης διηγεῖτο αὐτό τινι κἀκεῖνος ἐμοί. 430 εἰ γάρ μ᾿ ἀπώσῃ. εἰ γὰρ νῦν, φησί, δεομένην σου ἀπώσῃ με κακοῦ σοί τινος γενομένου μετὰ ταῦτα αὐτὴ μετελεύσῃ με καὶ ἀξιώσεις μετὰ σοῦ γενέσθαι. 432 καὶ ἵνα μὴ ἀποτρέψῃ εἴ τι κακὸν μέλλοι γενέσθαι διὰ τῶν ὀνείρων. 436 εὐνὴν νῦν τὸν τάφον. 439 ἀρχὴν δʼ ἂν εἰ μὴ τλημονεστάτη: καθόλου, φησίν, εἰ μὴ τολμηροτάτη πασῶν ἐτύγχανεν οὐκ ἄν ποτε ταῦτα ἔπραττεν ἐπὶ τιμῇ τοῦ πατρὸς ὃν αὐτὴ ἀνεῖλεν· εἰκὸς οὖν αὐτὴν τοῦτο ἐπί τινι λυσιτελοῦντι πράττειν ᾧ μὴ ὑπουργήσῃς σύ.