Ancient Greek · ~8 min
341 to 398
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 341-398
Not analysed yet
341 αὐτόματα. 344 τὸ θυμοῦ οὐκ ἔστι γενικὴ ἀλλὰ ῥῆμα προστακτικόν. 345 καὶ μὴν παρήσω γ᾿ οὐδέν: ὀργιζόμενος οὐδὲν σιωπήσομαι ὧν πέπεισμαι καὶ ὑπονοῶ. 347 εἰργάσθαι δʼ ὅσον |μὴ χερσί: εἰργάσθαι τὰ ἄλλα τοῦ φόνου χωρὶς τῆς ἀπὸ τῶν χειρῶν ἐνεργείας· εἰ δὲ ἔβλεπες ἐκάλουν ἄν σε καὶ φονέα αὐτόχειρα. 350 ἄληθες; ἐννέπω: λέγω σε τῷ κηρύγματι ὑπεύθυνον εἶναι τῷ ὑπὸ σοῦ εἰρημένῳ. 352 προσφθέγγεσθαι. 354 οὕτως ἀναιδῶς ἐξεκίνησας: οἴεται αὐτὸν πλασάμενον ψεύδεσθαι· εἰκότως δὲ ἀπιστεῖται ὡς διʼ ὀργὴν εἰρηκώς, εἰ δὲ ἐπιστεύθη κατʼ ἀρχὴν ὁ μάντις τὰ ἑξῆς τοῦ δράματος ἀνῄρητο, τὰ τοῦ ἀναγνωρισμοῦ ἐν οἷς καταγέγονε μάλιστα ὁ ποιητής. 356 ἀντὶ τοῦ ἔχω. 357 ἡ ἀπότασις φανερῶς εἰς Κρέοντά ἐστιν. 366 εὐσχημόνως ἀπήγγειλε τὸ περὶ τῆς μητρός. 368 ἴσος ἐστιν ὁ Οἰδίπους παραβαλλόμενος ὡς ὁ Ἀγαμέμνων πρὸς τὸν Κάλχαντα. 372 οὐδείς ἐστιν ὃς οὐ ταῦτά σοι ὀνειδίσει ἅπερ μοι ὠνείδισας· τὸ δὲ τάχα ἀντὶ τοῦ ταχέως οἷον καὶ σὲ μετʼ ὀλίγον ἐροῦσι τυφλόν· καὶ περὶ τῆς πηρώσεως δὲ λεληθότως αὐτῷ μαντεύεται. 374 μιᾶς τρέφῃ πρὸς νυκτός: διπλοῦν τὸ διανόημα· ἤτοι ὁὖν οὕτως ὑπὸ μιᾶς νυκτὸς τῆς ἀορασίας τῆς διηνεκῶς κατεχούσης σε τρέφῃ ὡς μηδὲν διαθεῖναι κακὸν τοὺς ὁρῶντας ἢ οὕτω διὰ τὸ πηρὸν εἶναι ἐλεοῦσί σε πάντες· ἀπόχρη γάρ καὶ τὸ τῆς πηρώσεως. 377 τάδʼ ἀντὶ τοῦ τὰ κατʼ ἐμὲ ἐκδικῆσαι. ἐκπρᾶξαι λείπει ἐάν με φονεύσῃς. 378 πεποίηκε τὸν Οἰδίποδα ὑπονοεῖν ἐξ ὑποβολῆς Κρέοντος ταῦτα εἰρῆσθαι ἵνα ζητοῦντος αὐτοῦ ἀφορμὴν εὔλογον ἔχῃ τὰ λοιπὰ τοῦ δράματος. 385 ὁ ἐν εἰρωνείᾳ. 387 μηχανορράφον: τὰ φαῦλα μηχανώμενον· μάγους δὲ ἐκάλουν τοὺς ψευδεῖς φαντασίας περιτιθέντας ,ἀπὸ τούτου δὲ καὶ τοὺς φαρμακεῖς μάγους ἔλεγον. 388 πτωχόν, ὀχλαγωγόν. 391 ῥαψῳδός: ἡ Σφὶγξ ἡ ῥάπτουσα τὰς ᾠδάς· τὸ δὲ ὄνομα τοῦ ῥαψῳδοῦ καθʼ Ὅμηρον ἢ μεθʼ Ὅμηρον ἦν· ἀνεχρόνισεν οὖν ὁ Σοφοκλῆς· κύνα δὲ αὐτὴν καλεῖ διὰ τὸ ἁρπακτικόν. 393 τοῦ τυχόντος ἀντὶ τοῦ οὐ τοῦ τυχόντος ἦν σαφηνίσαι· διὰ τούτων δὲ αὔξει τὸ ἴδιον κατόρθωμα μεῖζον καὶ μαντικῆς καὶ πάσης ἀνθρωπίνης δυνέσεως. 398 ἐπιτυχών.