Ancient Greek · ~2 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 342
Not analysed yet
342 Τεῦκρον καλῶ ποῦ Τεῦκρος; :μεταβαίνει ὁ Αἴας ἐπὶ πολλὰ ἴνα δὴ πλείονες αἱ ἀγωνίαι γίνωνται. ἄλλως: ἴδιον τοῦ κακῶς ἔχοντος τὸ μὴ ἐφʼ ἓν τῶν λυπούντων ποιεῖσθαι τὴν ἀναφοράν· ἐπιζητεῖ δὲ Τεῦκρον ἵνα παράθηται αὐτῷ τὸν παῖδα ὃν ἀφίησι τῷ χορῷ μὴ εὑρὼν τὸν Τεῦκρον· τὸ δὲ ἀπεῖναι Τεῦκρον χρήσιμον τῇ οἰκονομίᾳ· παρὼν γὰρ ἐκώλυεν αὐτὸν πρᾶξαι ἃ ἐβούλετο, νῦν δὲ μόνης τῆς γυναικὸς ἐγένετο κρείττων.