Ancient Greek · ~8 min
402 to 467
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 402-467
Not analysed yet
402 ἁγηλατήσειν: ἐὰν μὲν δασέως τὸ ἄγος ἀπελάσειν τὸ περὶ τὸν Λάιον ἐὰν δὲ ψιλῶς ἀντὶ τοῦ βασιλεύσειν. 408 λείπει ἐμοί 409 τοῦ ἐξίσου λέγειν. 411 δεήσομαι· ὅρα δὲ καὶ τὴν διαφορὰν τοῦ ὀνόματος· τῷ μὲν γὰρ ἐπιφθονωτέρῳ ἐπὶ τοῦ Οἰδίποδος ἐχρήσατο, τῷ δοῦλος, τῷ δὲ εὐπρεπεστέρῳ ἐπὶ τοῦ Κρέοντος. 417 ἡ ἐξ ἀμφοτέρων ἐλαύνουσα, ἡ ἑκατέρωθεν πλήττουσα, ἔκ τε πατρὸς καὶ μητρός· δεινόπους δὲ ἡ διὰ τῶν ποδῶν δέος ἐμποιοῦσα. 420 τὸν λιμένα τίθησιν ἀεὶ ἀντὶ τόπου· τροπικῶς δὲ ἀντὶ τοῦ ποῦ οὐκ ἐλεύσῃ βοῶν; 422 ὅταν ὅταν αἰσθανθῇς καὶ νοήσῃς. 428 ἐκτριβήσεται: ἀντὶ διατρίψει ἐν τοῖς κακοῖς ἢ ἀπολεῖται· ἡ μεταφορὰ ἀπὸ τῶν σμηχομένων ἀργυρῶν ἢ χαλκῶν ἢ ἄλλων τοιούτων σκευῶν ἅπερ ἐν τῷ πλύνεσθαι σφόδρα τριβόμενα ἐλαττοῦται. 434 ἀντὶ τοῦ βραδέως, οὐδαμῶς. 438 ἥδ᾿ ἡμέρα φύσει σε: ἀντὶ οἵων εἶ γονέων δείκνυσι· διαφθερεῖ δὲ διὰ τὴν πήρωσιν καὶ τὴν λοιπὴν τοῦ βίου ἀνατροπήν. 439 ἀσαφῆ καὶ κεκρυμμένα. 440 οὐκοῦν σὺ ταῦτʼ ἄριστος: ὥσπερ εἰρωνευόμενός φησιν, αἴνιγμά ἐστιν ὃ σὺ θᾶττον νοήσεις ὅτι καὶ τὸ τῆς Σφιγγὸς αἴνιγμα πρῶτος ἐξεῦρες· ὃ δέχεται εἰς ἔπαινον. 442 ἡ τὸ σὲ διαγνῶναι τὸ αἴνιγμα. 443 πάνυ τοῦτο προσαγωγὸν τοῦ πλήθους. 447 ἐνταῦθα παρρησιαστικώτερον ὅλον τὸ πρᾶγμα παραινίττεται ἀμφοτέρων τοῦ ποιητοῦ στοχασαμένου, τοῦ τε τῷ δράματι συμφέροντος ὅπως μὴ ἀνακαλύπτηται ἡ ὑπόθεσις (διὸ αἰνιγματωδῶς πάντα φησὶ) τοῦ τε τῷ προσώπῳ πρέποντος· ἔδει γὰρ εἰπεῖν τὸν μάντιν τὰ μετʼ ὀλίγον φανησόμενα. 449 ὡς περὶ ἑτέρου λέγων αὐτὸν αἰνίττεται. 454 τῇ τῇ συντυχίᾳ. 455 τὸ σκῆπτρον προδεικνὺς σύμβολον τῆς ἑαυτοῦ εὐγενείας ὅτι ἐκ βασιλέως πτωχὸς ἐγένετο. 460 τὴν αὐτὴν σπείρων γυναῖκα. 463 ἀκόλουθά εἰσι τὰ τοῦ χοροῦ πρὸς τὰ προειρημένα, νῦν δὲ οὐκ ἔστιν αὐτοῖς εὐπρόσωπον ἀναλογίζεσθαι περὶ ὧν εἶπεν ὁ μάντις διὸ ἀνατρέχει ἐπὶ τὸ μάντευμα τοῦ θεοῦ· ὁ δὲ νοῦς, τίς ἐστιν οὗτος ὅντινα ἐμφανίζει τὸ μαντεῖον; ἢ οὕτω, τίς ἐστιν οὗτος ὃν κατώπτευσεν ἡ Δελφὶς πέτρα οἷον ὁ μὴ λαθὼν τὸ μαντεῖον τοῦ Ἀπόλλωνος; 465 ἄρρητʼ τῶν δεινῶν δεινότερα. 467 ταχέων.