Ancient Greek · ~3 min
404 to 425
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 404-425
Not analysed yet
404 καλῶς τὸ τόλμησον ὡς ἀποδειλιῶντος διὰ τὴν δεσπότιν. 405 πρὸς τὴν κρατοῦσαν κ. ταῦτα πρὸς τὸ πρὸς τίνʼ ἐννέπειν δοκεῖς; 409 ἀντὶ τοῦ ἀληθῆ. 411 ἐς δεικτικῶς. μὴ δίκαιος μὴ ἀληθεύων. 412 τί ποτε ποικίλασʼ ἔχεις; :τί πεπανούργηκας κατʼ ἐμοῦ; τί ἐμηχανήσω ἢ ἐδολιώσω; 414 ἀντὶ τοῦ ἤμην. κλύων εἰκῇ ὁμιλούσης. 415 ἐρωτώμενος. 416 καὶ γὰρ οὐ σιγηλὸς εἶ: ἀντὶ τοῦ σιγηλή· οὐ σιωπᾷς, φησί, πρὶν ἂν μάθῃς ὅ τι βούλει. ἀντὶ πολλὰ φλυαρήσεις εἰς ἡμᾶς. 419 οὔκουν σὺ ταύτην: οὐ σύ, φησί, ταύτην ἣν προσποιῇ ἀγνοεῖν ἔλεγες εἶναι Ἰόλην; ἣν ὑπʼ ἀγνοίας ἣν ἀγνοεῖς. 425 ταὐτὸ δʼ οὐχὶ γίγνεται. οὐ ταὐτόν ἐστι δόκησις καὶ ἀληθὴς λόγος· θέλει δὲ εἰπεῖν ὅτι κἀγὼ ἤκουσα.