Ancient Greek · ~2 min
ΕΙΣ ΟΙΔΙΠΟΥΝ ΤΥΡΑΝΝΟΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 46
Not analysed yet
46 ἵδ᾿, ὦ βροτῶν ἄριστε: διεξελθὼν τὰ τῆς πόλεως κακὰ καὶ ὅτι ἱκανός ἐστιν ἐπινοῆσαι ἀπαλλαγὴν ἐπάγει ὅτι καὶ χρήσιμον σῷσαι τὴν πόλιν, μᾶλλον δὲ κινδυνῶδες τὸ ἀμελῆσαι· ἴθι οὖν καὶ εὐλαβήθητι μὴ τὴν προῦπάρχουσαν δόξαν ἐπὶ τῇ εὐποιίᾳ ἀπολέσῃς· πάνυ δὲ αἰδημόνως οὐκ εἶπεν ὅτι οὐκέτι τιμήσει σε ἡ πόλις ἀλλὰ σὺν τῇ εὐχῇ τὸ ὅλον κατέθηκεν· εἰώθαμεν δὲ καὶ τῶν ἀτυχημάτων καὶ τῶν εὐημεριῶν μνημονεύειν καθὼς οἱ ἄρχοντες ἀποβῶσιν· ἔασον οὖν, φησίν, ἀκέραιον τὴν προγεγενημένην σοι δόξαν ἵνα αὐτὸ τοῦτο λέγωμεν, ὅτι ἐπὶ Οἰδίποδος τῆς Σφιγγὸς ἀπαλλαγέντες ἐν εὐδίᾳ γεγόναμεν.