Ancient Greek · ~8 min
437 to 475
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 437-475
Not analysed yet
437 ὅτε ὁ θυμὸς ἦν πέπειρος. 438 ὅτε ἐκεῖνοι ἔγνωσαν πέψαντά με τὸν θυμόν. 443 οἷον ἀντιλογίας βραχείας ἔδει ποιήσασθαι αὐτοὺς ὑπὲρ τοῦ πατρὸς διωκομένου τῶν Θηβῶν. 448 τὼ ἐκεῖνοι δέ, οἱ ἄρρενες. 450 τοῦδε ἐμοῦ. 452 ἐγὼ οἶδα, ἐγῷδα. 457 εἰ ὑμεῖς συμβάλησθέ μοι τῷ ἑαυτῶν συμβάλλεσθε· χρησμὸς γὰρ ἦν ὡς εἰ Ἀθηναῖοι τοῦ τάφου αὐτοῦ ἐγκρατεῖς γένωνται ἔσοιτο αὐτοῖς ποτε σωτὴρ πολιορκουμένοις ὑπὸ θηβαίων εἴτε κατὰ τὸν Πελοποννησιακὸν πόλεμον εἴτε καθʼ ἕτερον· ταῦτα δὲ εἰκὸς ποιητικώτερον ὑπὸ τοῦ Σοφοκλέους πεπλάσθαι ἐπὶ θεραπείᾳ τῶν Ἀθηναίων· πολλαχοῦ δὲ οἱ τραγικοὶ χαρίζονται ταῖς πατρίσιν ἔνια. 458 σύν. 462 ἐπεὶ δὲ τῆσδε γῆς: ὅτι δὲ σῴξειν ὑπισχυῇ τὴν κόλιν ὑποθέσθαι σοι βούλομαι τὰ χρήσιμα· Ἀττικῶς δὲ πάνυ τῇ συντάξει καὶ πιθανὴ λοιπὸν ἡ χάρις τῶν ἐγχωρίων ἀνδρῶν· παραινοῦσι γὰρ αὐτὸν καθαρσίων τυχεῖν ἵνα ἧττόν πως ἐναγὴς φαίνοιτο. 465 ὡς φὴς προξένει μοι καὶ πάρεχε τὰ χρήσιμα· οὐ γὰρ ὀκνήσαιμι τελεῖν. λέγε. 467 καὶ κατέστεψας: καθικέτευσας, μετὰ ἱκετηριῶν ἀρίκου· ἐὰν δὲ γράφηται κατέστειψας οἷου κατεβάτευσας ὃ καὶ πιθανώτερον· δι᾿ αὐτὸ γὰρ τοῦτο κελεύουσιν αὐτῷ καθαίρεσθαι ὅτι εἰς ἄβατον ἐπέβη τόπον τοῦ ἱεροῦ τῶν Σεμνῶν. κατεβάτευσας. γράφε κατάστεψον, μεθ᾿ ἱκετηριῶν ἀφηγοῦ. ὅτι στέμματα ἔλεγον καὶ τὰ ἔρια· καὶ παρ᾿ Εὐριπίδῃ ᾧ στέμματα ξήνασ᾿ ἐπέκλωσεν. 469 πρῶτον μὲν ἱερᾶς: ἐξ ἀνεάου πηγῆς ὔδωρ ἄρυσαι καὶ οὕτω χοὰς ταῖς θεαῖς ποίησον ἀπὸ τῶν κρατήρων πλήσας αὐτοὺς τοῦ ἀντληθέντος ὕδατος. 471 ἀντὶ καὶ ὄταν ἀρύσωμαι τί πράξω; 472 ἀνδρὸς εὔχειρος: ἐπὶ τὸν Δαίδαλον ἡ ἀναφορὰ περὶ οὗ Φερεκύδης φησὶν οὕτω, Μητίονι δὲ τῷ Ἐρεχθέως καὶ Ἰφινόῃ γίνεται Δαίδαλος ἀφʼ οὔ ὁ δῆμος καλεῖται Δαιδαλίδαι Ἀθήνῃσι. εὐπαλάμου. εὐπαλάμου κατὰ τὴν μετάληψιν. 473 καὶ λαβὰς ἀμφιστόμους: τὰ ὧτα ὧν ἔστι λαβέσθαι· ἀμφιστόμους δὲ τὰς ἑκατέρωθεν ἐστομωμένας ἢ διὰ τὸ ἑκατέρωθεν τοῦ στόματος ταύτας εἶναι ἢ τὰς πρόσωπά τινα θηρίων ἑκατέρωθεν ἐχούσας. ἔρεψον καὶ τῶν κρατήρων τὴν κεφαλήν. ὠτία. διὰ τῶν προτομῶν. 475 οἰὸς ἀντὶ τοῦ νέας. οἰοπόκῳ μαλλῷ: στολισμῷ καὶ κροκισμῷ. οἰοπόκῳ. ἐρίῳ στέψον.