Ancient Greek · ~3 min
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 6
Not analysed yet
6 αὕτη δ᾿, Ὀρέστα, τοῦ λυκοκτόνου: οὐκ ἀπʼ ἄλλου τινὸς ποιεῖται τὴν δεῖξιν ἢ ἀπὸ τοῦ ἱεροῦ τοῦ Ἀπόλλωνος ὅπερ ἀρχαιότατόν ἐστι κατὰ τὴν ἐν τῷ Ἀργει ἀγορὰν ἐν καὶ πῦρ ἀπόκειται περὶ οὗ πρόσθεν εἰρήκαμεν, ἔστι δὲ καταντικρὺ τοῦ Νεμεαίου Διός· παραγενόμενοι οὖν εἰς Ἄργος ὁ τροφεὺς δείκνυσιν αὐτῷ τὴν πόλιν λέγων ἣ ἔστιν οὐκ ἄπωθεν τῶν Μυκηνῶν ἀλλʼ ἐξ ἀπόπτου φαίνεται καὶ τὸν ναὸν τῆς Ἤρας ἐξ ἀριστερᾶς ὄντα Μυκηνῶν τοῖς ἀπὸ Κορίνθου εἰσιοῦσι· λυκοκτόνον δὲ τὸν Ἀπόλλωνα οἱ μὲν διὰ τὸ νόμιον εἶναι καὶ τὴν τῶν βοσκημάτων φυλακὴν ποιούμενον τοὺς ἐπιβούλους αὐτῶν φονεύειν διὸ καὶ λύκους αὐτῷ φασι θύεσθαι ἐν Ἀργει οἱ δὲ διὰ τὸ ἱερὸν εἶναι τὸ ζῷον ὡς καὶ τῆς Ἀρτέμιδος τὰς ἐλάφους ὅθεν καὶ τῷ νομίσματι τῶν Ἀργείων ἐγχαράττεσθαι τὸν λύκον ὡς καὶ τὰς γλαῦκας Ἀθήναζε.