Ancient Greek
472 to 495
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 472-495
Not analysed yet
472 κῆρες ἀναπλάκητοι: αἱ εἰς μηδὲν ἁμαρτάνουσαι ἀλλὰ πάντων κρατοῦσαι· κῆρες δὲ τοῦ τελευτήσαντος Λαΐου· ἢ οὕτως, ἄφυκτοι, ἀπλάνητοι, ἀπροσπέλαστοι, ἀφανεῖς, ἃς οὐκ ἔστιν ἀποφυγεῖν. 476 πανταχοῦ. 477 φοιτᾷ γὰρ ὑπʼ ἀγρίαν |ὕλαν: ἐκεῖνος, ὁ πεφονευκώς, πανταχοῦ κρυπτόμενος οὐ βούλεται ἑαυτὸν ἐμφανίσαι· τὸ δὲ ἐξιχνεύειν ἐπήγαγεν καὶ τὰ ἄλλα ὀνόματα τροπικῶς ὡς ἐπὶ ἄγρας ταύρων τῶν ὑπὸ πάντων ζητουμένων καλῶν καὶ ὥσπερ ἐν ὕλῃ κεκρυμμένων· οἰκεῖα δὲ ταῦτα τὰ ὀνόματα, ἄντρα καὶ πέτραι. 479 μελέῳ ποδὶ χηρεύων: ἀντὶ μηδενὶ γιγνωσκόμενος, τῇ φυγῇ μονάζων· ὃ καὶ αὐτὸ οἰκεῖον τῇ θηριώδει διαίτῃ. 480 τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων: ἀντὶ φυγών· τὸν τόπον δὲ εἶπεν ἀντὶ τῶν χρησμῶν οἷον τοὺς χρησμοὺς διαφεύγει μέχρι νῦν ὁ μηνυθεὶς ὑπὸ τοῦ θεοῦ· ὅτι δὲ ἡ Πυθὼν μεσόμφαλος δηλοῖ καὶ ἡ περὶ τοὺς ἀετοὺς ἱστορία καὶ ὅτι χρύσεοι ἀετοὶ διὰ τοῦτο ἀνάκεινται καὶ ὅτι τούτου χάριν ὁ Ζεὺς ἐκεῖσε τὸ μαντεῖον ἱδρύσατο. 481 ἀλλʼ οὐδὲν ἧττον τὰ μαντεύματα περιποτᾶται ζῶντα καὶ ἰσχύοντα τῇ ἀληθείᾳ. 483 δεινὰ μὲν οὖν, δεινά: μεταβαίνουσιν ἐπὶ τὰ εἰρημένα ὑπὸ Τειρεσίου· σοφὸν μὲν οὖν αὐτὸν ὁμολογοῦσιν τῷ δὲ ταράσσειν ἐχρήσατο ἐπεὶ ἔδοξε δυσχερῶς ἐνεχθῆναι πρὸς τὸν ἄρχοντα. 484 ὁ Τειρεσίας. 485 οὔτε δοκοῦντʼ οὔτʼ οὔτε πιστὰ οὔτε ἄπιστα. 489 τί γὰρ ἢ Λαβδακίδαις: εἰκότως ἀποροῦσιν· ποῖον γὰρ νεῖκος γέγονε τοῖς ἀπὸ Λαβδάκου πρὸς τὸν Πολύβου; ἔτι γὰρ νομίζουσιν αὐτὸν εἶναι Πολύβου. 492 πρὸς ὅτου δὴ ποίῳ λογισμῷ ἀντὶ τοῦ τίνος πράγματος κρίσει χρησάμενος τοῖς λεγομένοις πιστεύσω κατὰ Οἰδίποδος; 495 φάτιν —τὴν κατὰ τοῦ Οἰδίποδος γινομένην παρὰ Τειρεσίου.