Ancient Greek
ΕΙΣ ΤΡΑΧΙΝΙΑΣ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 434
Not analysed yet
434 ἅνθρωπος, ὧ δέσποιν᾿, ἀποστήτω περισσὴ ἡ ἀπό· ἢ γράφε παρστήτω, οἷον ὁ ἄνθρωπος στήτω παρελθὼν εἰς μέσον ὁ διελέγχων με. τὸ γὰρ |νοσοῦντι ληρεῖν: ἀντὶ φλυαρεῖν καὶ ἀδολεσχεῖν· νοσοῦντι δὲ ἀντὶ τοῦ νοσούσῃ ὑπὸ ζηλοτυπίας· ἀρσενικῶς δὲ εἶπεν ἢ καθόλου ὁ λόγος μὴ καὶ δόξῃ αὐτὴν διελέγχειν οὕτω· τὸ γὰρ μαινομένῳ συμφλυαρεῖν ἀνδρός ἐστιν οὐ σώφρονος· προστήτω οὖν, φησίν, ὁ ἄνθρωπος· οὐ γὰρ φιλονεικήσω πρὸς αὐτόν.