Ancient Greek · ~2 min
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 42
Not analysed yet
42 τοῦ πιθανοῦ χάριν. τὸ μὴ Ἀττικῶς πλεονάζει. οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ: τινὲς τὸ ἠνθισμένον ἐπὶ τῆς κεφαλῆς ἥκουσαν οἷον ταῖς πολιαῖς ἠνθισμένον, τοῦτο δὲ ἀπίθανον· ἐγνώσθη γὰρ ἂν εἰ καὶ τοσοῦτον ἤλλαξεν τὴν κεφαλήν· δοκεῖ οὖν μοι τὸ ἠνθισμένον ἀντὶ τοῦ ἠσκημένον, οὐ μή σε ἐπιγνῶσι τοιαῦτα πλαττόμενον· εἰ δὲ τὸ ἠνθισμένον ἐπὶ ἡλικίας δεξαίμεθα ἔστιν οὐκ ἐπὶ τῶν τριχῶν ἀλλ᾿ ἐπὶ παντὸς τοῦ σώματος.