Ancient Greek · ~5 min
7 to 40
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 7-40
Not analysed yet
7 οὑξ ἀριστερᾶς: ἔστι γὰρ ἐξ ἀριστερᾶς τῶν Μυκηνῶν τοῖς ἀπὸ Κορίνθου εἰσιοῦσιν Ἥρας ναός, ἐκ Φωκίδος δὲ παραγενόμενοι διὰ Κορίνθου πεποίηνται τὴν ὁδόν. 9 τὰς Ὅμηρος πολυχρύσοιο Μυκήνης. 10 ἐν ᾧ πολλαὶ φθοραὶ καὶ φόνοι ἐγένοντο. 13 ἐκ τούτου τὴν ἡλικίαν τοῦ νέου σημαίνει. τὸ ἤνεγκα τὸ βραχὺ τῆς ἡλικίας δηλοῖ ὡς περὶ παιδαρίου οὔ τι βαδίσαι δυναμένου. 19 μέλαινά τʼ ἄστρων. ἐχρῆν οὕτως εἰπεῖν, μελαίνης νυκτὸς τὰ ἄστρα ἐκλέλοιπεν ὡς τὸ ὁ δὲ χασσάμενος πελεμίχθη ἢ οὕτως, ἐκλέλοιπε τῶν ἄστρων ἡ μέλαινα εὐφρόνη ἵν᾿ ᾖ τὸ ἄστρων πρὸς τὸ ἐκλέλοιπεν. 22 ἀκμή: σπουδή· πιθανῶς δὲ ἐγείρει τὸν ἀκροατὴν προσέχειν τοῖς ἔργοις ἃ ταχέως συμβουλεύει τελεσθῆναι. 23 διδάσκει ἡμᾶς μεθ᾿ οἵων ἀνδρῶν δεῖ τὰ ἀπόρρητα ποιεῖν καὶ λέγειν. 24 σημεῖα φαίνεις κ. τοῦ εἶναι πιστὸς εἰς ἡμᾶς. 26 ἐν τοῖσι ἐν τοῖς πολέμοις. 28 ἔσῃ διὰ τὴν ἀπὸ τοῦ γήρως εὐβουλίαν. 31 εἰ μή τι καιροῦ τυγχάνω; εἴ τί σοι δοκῶ μὴ καλῶς βεβουλεῦσθαι μεθάρμοσον ὅ ἐστιν ἐπανόρθωσον· ἔστι δὲ ἀγάσασθαι τὸν νεανίσκον ὅτι μὴ πάνυ αὐθέκαδτος φαίνεται. 32 διὰ τῆς διηγήσεως ταύτης τὸ λεῖπον τῆς ἱστορίας προσανεπλήρωσεν ἡμῖν. 35 μαντεύεται. 36 ἄσκευον ἢ αὐτὸν τὸν Αἴγισθον ἀπαρασκεύαστον ὄντα ἢ τὸν Ὀρέστην οἷον μὴ μετὰ πολέμου ἐπεμβῆναι. 39 ὅταν σε ὁ καιρὸς καλῇ. 40 περιέργασαι τὰ πραττόμενα πάντα.