Ancient Greek · ~1 min
45 to 46
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 45-46
Not analysed yet
45 Φωκεύς: τὸν Φωκέα προθεὶς ἐπήνεγκεν Φανοτέα ἀπὸ τοῦ ὅλου εἰς τὸ μερικὸν καταβαίνων ὁμοίως τῷ ἡ δʼ ἐς Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη ἐς Πάφον· ἐλέγοντο γὰρ ὁλοσχερέστερον μὲν Φωκεῖς ἐπὶ μέρος δὲ Κρισαῖοι, Φανοτεῖς· τινὲς δὲ ὄνομά φασι τὸ Φανοτέως. 46 δορυξένων: ἀντὶ τοῦ φίλων· κυρίως δὲ οἱ ἐν πολέμῳ γινόμενοι φίλοι ὡς Γλαῦκος καὶ Διομήδης.