Ancient Greek
441 to 496
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 441-496
Not analysed yet
441 εὐήθης γὰρ ὅστις προσδοκᾷ ἀντιπυκτεῦσαι τῷ ἔρωτι. 444 ἀπὸ κοινοῦ τὸ ἄρχει. 446 ληφθέντι μεμπτός εἰμι. μεμπτή εἰμι τουτέστιν ἀεὶ μέμφομαι· ἢ ἀντὶ τοῦ ἐπίμεμπτος, ἐπιπληκτική. 449 ἀλλʼ εἰ μὲν ἐκ κείνου μαθών: εἰ μὲν παῤ Ἡρακλέους ἐκελεύσθης ψεύσασθαι κακὴν μάθησιν ἐκμανθάνεις εἰ δὲ σὺ σαυτὸν εἰς τοῦτο ψευδολογίας ἄγεις ἴσθι ὅτι κἂν θελήσῃς ποτὲ εἰπεῖν ἀληθὲς οὐ δυνήσῃ ὑπὸ τῆς συνηθείας νικώμενος· ἢ κἂν θέλῃς ἀληθεῦσαι οὐ πιστευθήσῃ. 454 μερίς, κλῆρος, μοῖρα, τύχη. 455 ὅπως δὲ ἀντὶ τοῦ τί μή· Ἀττικὴ δὲ ἡ φράσις. 458 λυπηθήσομαι εἰ μὴ εἴπῃς καὶ παῤ ἐμοῦ προσδόκα βλαβήσεσθαι. 460 ἀνὴρ εἷς: τινὲς ἀνάνδρους παρθένους ὡς Μήδαν τὴν Φύλαντος, Αὔγην τὴν Ἀλεοῦ, Μεγάραν τὴν Κρέοντος, τὰς Θεσπίου θυγατέρας, Ἀστυδάμειαν τὴν Ἀμύντορος. 462 ἥδε τʼ οὐδʼ ἂν εἰ κάρτα: οὐδὲ ἡ Ἰόλη ὀνειδισθήσεται οὐδʼ εἰ μεγάλως αὐτῆς ἐρᾷ ὁ Ἡρακλῆς. 463 τῷ φιλεῖν αὐτὴν ὁ Ἡρακλῆς. 467 ἀλλὰ ταῦτα μὲν ῥείτω κατʼ οὖρον: ὁ περὶ τούτων λόγος ἐρρίφθω, φησίν, εἰς τὸν ἀέρα. 468 σοὶ δʼ ἐγὼ φράζω κ. οὐκ ἐρῶ γὰρ τῷ Ἡρακλεῖ. 470 πείθου λεγούσῃ χρηστά: πείσθητι, φησίν· ὁρᾷς γὰρ ὅτι φιλανθρώπως ὁμιλεῖ. 473 ἀσύνετον. 475 ὥσπερ οὗτος ἐννέπει: ὁ ἐν τῷ λειμῶνι ἀκηκοὼς καὶ ἀπαγγείλας τῇ Δηιανείρᾳ. 480 οὔτʼ εἶπε κρύπτειν. τὸ ἑξῆς, καὶ ταῦτα οὔτʼ εἶπε κρύπτειν· τὰ περὶ τοῦ ἔρωτος, φησί, τῆς Ἰόλης οὔτε κρύπτειν μοι ὁ Ἡρακλῆς εἶπεν οὔτε μὴν ὁμολογεῖν. 486 εἴ τι τήνδʼ ἁμαρτίαν νέμεις: καλῶς διὰ τῆς λέξεως συγγνώμην ἑαυτῷ προξενεῖται. 484 ἐπεί γε μὲν δὴ πάντʼ ἐπίστασαι: ἐπεὶ τοίνυν πάντα λόγον ἐπίστασαι λέγω τι καὶ ἕτερον ὅπερ ὁμοίως κεχαρισμένον σοί τε καὶ τῷ Ἡρακλεῖ γενήσεται. 490 ὥσπερ προείρηκα ταῦτα ποιήσω. 491 κοὔτοι νόσον ἐπακτόν; τὴν θεομαχίαν· ἐπακτὸν δὲ ἐνταῦθα ἀντὶ αὐθαίρετον. τὴν θεομαχίαν· τὸ γὰρ πρὸς ἔρωτα φιλονεικεῖν θεομαχεῖν ἐστιν ἄντικρυς. 494 ἅ τʼ ἀντὶ δώρων δῶρα: ὅπως ἂν αὐτῷ παῤ ἡμῶν κομίσῃς ἀντίποινα καὶ σύμφωνα οἷς ἤγαγες· λέγει δὲ ἀντὶ τῶν αἰχμαλώτων. 496 σὺν πολλῷ τοῖς ἀπεσταλμένοις αἰχμαλώτοις.