Ancient Greek · ~2 min
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 477
Not analysed yet
477 χοὰς χέασθαι στάντα πρὸς πρώτην ἕω: πρὸς τὴν ἀνατολήν· καὶ γὰρ δὴ καὶ τὰς ἐκχύσεις πρὸς ἥλιον ἐποιοῦντο καθάπερ καὶ ἐν Ἠλέκτρᾳ τοιαῦτα τοῦ παρόντος, ἡνίχʼ ἡλίῳ δείκνυε τοὔναρ, ἔκλυον ἐξηγουμένου· καὶ οἱ τοὺς καθαρμοὺς δὲ ἐπιτελοῦντες πρὸς τὴν ἕω ἵστανται· Κρατῖνος ἐν Χείρωνι ἄγε δὴ πρὸς ἕω πρῶτον ἀπάντων ἴστω καὶ λάμβανεχερσὶν σχῖνον μεγάλην. πρὸς πρώτην ἀντὶ περὶ τὸν ὄρθρον. ἀνατολήν.