Ancient Greek · ~8 min
48 to 82
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 48-2-82
Not analysed yet
48 λείπει τὸ ἕνεκεν. 51 ἀλλʼ ἀσφαλείᾳ γνώμῃ ἀσφαλεῖ καὶ ἐχυρᾷ εὐβουλίᾳ τὸ ἐμπεσὸν κακὸν τῇ πόλει ἀνόρθωσον. 53 ὅμοιος. 54 ὡς εἴπερ ἄρξεις τῆσδε: τὸ πᾶν τοῦ κινδύνου, φησίν, εἰς σὲ φθάνει· τίνος γὰρ ἄρξεις ἢ ποίαν ἕξεις πολτείαν ἀπολωλότων τῶν οἰκούντων; 56 ὡς οὐδέν ἐστιν: καὶ Ἀλκαῖός φησιν ἄνδρες γὰρ πόλεως πύργος ἀρήιοι καὶ Δημοσθένης, ἄνδρες γὰρ πόλις καὶ οὐ τείχη· ὅμοιον δὲ τὸ τῶν νεῶν ταῖς πόλεσιν ὅθεν καὶ τὸ τροπικῶς τοῖς ὀνόμασιν ἀπὸ τῶν εἰωθότων χρῆσθαι ἐπὶ τῶν πόλεων οἴακας νῦν ἀντὶ τοὺς ἄρχοντας λέγοντας καὶ ὀρθῶς πλεῖν τὴν πόλιν φάσκοντας. 58 παῖδες οἰκτροί: οὐκ εἰς τὴν ἡλικίαν τοσοῦτον τὸ παῖδες ὅσον ἁρμόζον ἐστὶ τῷ φιλοφρονουμένῳ ἤθει οἷον καὶ τὸ τέκνα ἐν ἀρχῇ· πρὸς τοὺς παῖδας δὲ διαλέγεται ὡς οἰκτροτέρους καὶ μᾶλλον βοηθείας δεομένους, ἅμα δὲ καὶ διὰ τὸ πλῆθος ὡς ἐπικρατέστερον. 65 ἀντὶ οὐκ ἀμέριμνόν με ὄντα παρακαλεῖτε φροντίζειν ἀλλὰ πρὸ πολλοῦ πεφροντικότα. 67 πολλὰς δʼ ὁδοὺς ἐλθόντα: πολλὰς γνῶώμης ἐπιβολὰς ἐν τῇ σκέψει πλανώμενος ἦλθον ἕως οὔ ἀρίστην εὖρον τὴν ἐπὶ τὸν θεὸν καταφυγήν· ἀρσενικῷ δὲ ἐχρήσατο πλάνοις ἀντὶ θηλυκοῦ. ἀντὶ τοῦ πλάναις θηλυκῶς. 70 Κρέοντ᾿, ἐμαυτοῦ: οὐ τὸν τυχόντα ἔπεμψα ἁλλὰ τὸν ἀναγκαῖον· γαμβρὸν δὲ ἁπλοϊκῶς ἀντὶ τοῦ κηδεστήν. 78 οἵδε τʼ ἀρτίως Κρέοντα προσστείχοντα: οἱ ἠίθεοι πρὸς τὸ οὖς αὐτοῦ φασιν ὅτι πάρεστι Κρέων ὡς ὀξυωπέστεροι, διʼ αἰδῶ δὲ τοὺς λόγους παρῃτήσαντο· ὁ δὲ ἱερεὺς ἄμα μὲν ὡς πρεσβύτης οὐχ ὁρᾷ ἄμα δὲ κατὰ νοῦν ἔχων τὸν λόγον τοῦ βασιλέως. 80 ναξ Απολλον: εἰκότως πρὸς τὸν Απόλλωνα ἡ ἀναβόησις· ἐν τῷ γὰρ ἀπὸ θεοῦ ῥηθησομένῳ χρησμῷ κεῖται τὸ τῆς ἀπαλλαγῆς· εἴθε οὖν παραγένοιτο Κρέων ἐπί τινι σωτηρίῳ τύχῃ λαμπρὸς ὥσπερ ἐκ τῆς περὶ τὸ πρόσωπον καταστάσεως φαιδρός ἐστι· λεληθότως δὲ δείτνυσιν ἡμῖν τὸ σχῆμα τοῦ ὑποκριτοῦ ὁποῖον εἰσῆλθε. εἰ ἀντὶ εἴθε. 82 οὐ γὰρ ἂν κάρα πολυστεφής: οἱ γὰρ ἐπί τινι αἰσίῳ παραγενόμενοι ἐκ Δελφῶν ἐστεμμένοι ἐπανήεσαν ὡς καὶ Ἀριστοφάνης ἐν Πλούτῳ φησί.