Ancient Greek
ΕΙΣ ΟΙΔΙΠΟΥΝ ΤΥΡΑΝΝΟΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 498
Not analysed yet
498 ἀλλʼ ὁ μὲν οὖν Ζεύς: θέλουσιν ἀνατρέψαι τὰ ὑπὸ τοῦ Τειρεσίου εἰρημένα καί φασιν ὅτι οἱ μὲν θεοὶ συνετοὶ καὶ μόνοι τὰ τῶν ἀνθρώπων εἰδότες ὅτι δὲ οἱ μάντεις μᾶλλον τῶν λοιπῶν ἀνθρώπων τι ἐπίστανται οὔ φημι οὐδὲ ἡ κρίσις αὕτη ἀληθής ἐστι· γένοιτο μὲν γάρ τις κατὰ σύνεσιν ἕτερος ἑτέρου προήκων οὐ μὴν αὕτη γε ἡ ἐπιστήμη ἐκ μαντικῆς ἐστιν ἀλλʼ ἐκ φύσεως καὶ ἐντρεχείας ἑκάστῳ πάρεστιν.