Ancient Greek · ~3 min
478 to 488
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 478-488
Not analysed yet
478 τὸ ὕδωρ ἀπὸ τῶν κρατήρων χέω; 479 τρισσάς γε ἀντὶ τὸ ὕδωρ ἀπὸ τριῶν πηγῶν. τὸν τὸν ὕστερον κρατῆρα. 481 ὕδατος, μελίσσης: ὕδατος καὶ μέλιτος· ἀπὸ γὰρ τοῦ ποιοῦτος τὸ ποιούμενον· καὶ ἐν Ἐρασατῖς γλώσσης μελίσσης τῷ κατερρυηκότι· βούλεται δὲ λέγειν τὸ μελίκρατον. μέλιτος. λείπει ὁ καὶ. μηδὲ προσφέρειν ἄοινοι γὰρ αἱ θεαί. 482 ὅταν δὲ τούτων γῆ: ὅταν δὲ τὲ τὰς χοὰς χέωμεν ἐπὶ γῆς τί χρή με ὕστερον δρᾶσαι; 483 τρὶς ἐννέα: τρὶς ἐννέα τιθεὶς κκλῶνας ἐλαίας ταύτας ποιοῦ τὰς εὐχάς. 485 ἡδέως ἀκούσαιμι τῶν εὐχῶν· μέγιστον γὰρ ταύτας μαθεῖν. 486 ὥς σφας καλοῦμεν: ὠς καλοῦμεν αὐτὰς Εὐμενίδας οὕτως αὐτὰς καλῶν κἀξευμενῶν καὶ ἵλεως ποιούμενος ἱκέτευε αὐτὰς δέχεσθαί σε τὸν ἱκέτην ἐπὶ σωτηρίᾳ· ἀπὸ τῶν στέρνων ἀντὶ μὴ ἐξ ἐπιπολῆς ἀλλ᾿ ἀνδιαθέτως. 488 οἷον ἢ σὺ ταῦτα ποίει ἢ ἄλλος τις ὴρέμα καὶ ταῦτα ποιείτω.