Ancient Greek · ~3 min
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 489
Not analysed yet
489 ἄπυστα φωνῶν: ἀνήκουστα ἀντὶ ἠρέμα καὶ συντόμως· τοῦτο ἀπὸ τῆς δρωμένης θυσίας ταῖς Εὐμενίσι φησί· μετὰ γὰρ ἡσυχίας τὰ ἱερὰ δρῶσι καὶ διὰ τοῦτο οἱ ἀπὸ Ἡσύχου θύουσιν αὐταῖς καθάπερ Πολέμων ἐν τοῖς πρὸς Ἐρατοσθένην φησὶν οὕτω, τὸ δὲ τῶν εὐπατριδῶν γένος οὐ μετέχει τῆς θυσίας ταύτης, εἶτα ἑξῆς, τῆς δὲ πομπῆς ταύτης Ἡσυχίδαι, δὴ γένος ἐστὶ περὶ τὰς σεμνὰς θεάς, τὴν ἡγεμονίαν ἔχουσι καὶ προθύονται πρὸ τῆς θυσίας κριὸν Ἡσύχῳ ἱερόν, ἥρω τοῦτον οὕτω καλοῦντες· διὰ γὰρ εὐφημίαν οὗ τὸ ἱερόν ἐστι παρὰ τὸ Κυλώνειον ἐκτὸς τῶν ἐννέα πυλῶν· καὶ Ἀπολλόδωρος δὲ ἐν τῇ περὶ θεῶν ιζ΄ περὶ τοῦ τῶν Ἡσυχιδῶν γένους καὶ τῆς ἱερᾶς φησι· καὶ Καλλίμαχος νηφάλιαι καὶ τῇσιν ἀεὶ μελιηδέας ὅμπας λῄτειραι καίειν ἔλλαχον Ἡσυχίδες.