Ancient Greek · ~8 min
491 to 524
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 491-2-524
Not analysed yet
491 ὡς καθαρθέντι. 492 ἄλλως μὴ καθαρθέντι. 495 οὐχ ὁδωτά: οὐκ ἐν ὁδῷ οὐδὲ ἀνυστὰ οἷον οὐ βαδιστέα μοι οὐδὲ πρακτέον ταῦτα· λείπομαι γὰρ τῆς πράξεως ὑπὸ δύο κακῶν, τῷ τε μὴ δύνασθαι καὶ τῷ μὴ ὁρᾶν. 497 σφῷν δʼ ἡ ᾿τέρα: εἰρήκεσαν γὰρ ὅτι καὶ ἄλλῳ ἐξῆν ὑπὲρ αὐτοῦ τὸν καθαρμὸν ποιήσασθαι. 499 τεταμένως καὶ συντόως δρῶσαν καὶ διακονοῦσαν. 502 οὐδ᾿ ὑφηγητοῦ δ᾿ ἄνευ χειραγωγοῦ· ἀπὸ κοινοῦ δὲ τὸ ἕρπειν, οὐκ ἰσχύω βαδίξειν. 504 χρῆσται μ᾿ ἐφευρεῖν: χρείη ἔσται κατὰ συναλοιφὴν χρῆσται. ἀντὶ τοῦ χρείη ἔσται, δηλοῦται δὲ ταὐτὸν τῷ δεήσει· καὶ ἐν Τριπτολέμῳ χρἤσται δέ σ᾿ ἐνθένδ᾿ αὖτις. τοῦτο βούλομαι βαθεῖν] ἔνθα τὸ ὕδωρ ἐστὶν ἡδέως ἂν εἰδείην. 505 τοὐκεῖθεν ἄλσους: τὸ ἐκεῖθεν τοῦ ἄλσους τούτου· ἐὰν δέ τι τούτων ἀγνοῇς παρά τινος τῶν ἐπιχωρίων τοῦτο μαθήσῃ· σπάνιν γάρ φησιν ἀντὶ τοῦ εἴ τι τῆς εἰδήσεως ἀγνοεῖς περὶ τὸν τόπον. 508 τοῖς τεκοῦσι γάρ: ὅταν τις ὑπὲρ γονέων πονῇ μὴ ἡγείσθω πόνον εἶναι τὸν κάματον. 510 δεινὸν μὲν τὸ πάλαι: τῆς Ἰσμήνης ἀποστάσης ὁ χορὸς ἐρωτᾷ τὸν Οἰδίποδα καί φησι, τὸ ἐπεγείρειν μὲν καὶ ἀνακινεῖν τὰ πάλαι συμβάντα δυσχερὲς ὅμως δὲ μαθεῖν ἀπιθυμῶ τὴν αἰτίαν τῆς πηρώσεως· καὶ ἔστι παθητκά· Καλλίμαχος τί δάκρυον εὗδον ἐγείρεις; 512 τί οἶον τί βούλει πυθέσθαι; 513 τᾶς δειλαίας ἀπόρου: περὶ τῆς ἐγκειμένης 25 σοι ἀλγηδόνος ἡδέως ἂν πυθοίμην· ἔξωθεν δὲ ἡ περί. 515 μὴ πρὸς ξενίας μὴ πρὸς τῆς σῆς ξενίας ἀναπτύξῃς μου τὰ ἀναιδῆ ἔργα· ἢ οὕτω, μὴ τὰς προξενίας σου ἐπὶ ἔργα ἀναιδῆ καταγάγῃς οἱονεὶ μὴ κατὰ τὴν προξενίαν τὴν σὴν ἔργων γένοιο φαύλων ἀκροατὴς ἀναπτύξαι καὶ φανερῶσαι τὰ κατὰ ἐμὲ βουληθείς. 516 τό τοι πολύ: τὸ ἀδιάλειπτον κακόν, τὸ κατὰ τὴν πήρωσιν χρῄζω ἀκοῦσαι. 518 στέρξον, ἱκετεύω: στέρξον ἃ λέγω καὶ μὴ ἀποστραφῇς τὴν αἰτίαν εἰπεῖν ὅ ἐστι πρόσδεξαί με. 520 κἀγὼ πείσομαι δῆλον ὅτι εἰς ὅ βούλει. 524 ἀλλʼ ἐς ἀλλʼ ἐς τί χωρήσει σοι τὰ πράγματα;