Ancient Greek · ~8 min
525 to 648
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 525-648
Not analysed yet
525 οὐδὲν οἷον οὐδὲν εἰδυῖα ἡ πόλις ἐνἐδησέ με τῇ τοῦ γάμου ἄτῃ. εἰδυῖα. 537 συναθροίσεις, πλῆθος. 539 ἐδεξάμην δῶρον: τὸν γάμον τῆς μητρός, φησίν, ἀντὶ τῆς λύσεως τοῦ αἰνίγματος δῶρον ἐδεξάμην ὅ μήποτε ὤφελον λαβεῖν· ἀντὶ δὲ τοῦ εἰπεῖν μήποτε ὤφελον ἐγὼ παρὰ τῆς πόλεως ἐξαίρετον ἰδεῖν οὕτως εἴρηκεν ἐπωφέλησα πόλεος ἐξελέσθαι. 547 καὶ γὰρ ἄλλους ἐφόνευσα: τοὺς παρόντας σὺν τῷ Λαΐῳ ἢ ὡς ἄλλους φονεύσας ἀθῷός εἰμι καὶ οὐ γέγονα ἔνοχος τῷ μύσει οὕτως καὶ ἐπὶ τοῦ πατρός· οὐ γὰρ ὁδεῖν. 551 πολλῶν ἀκούων: χρηστὸς ὁ Θησεὺς τὸ ἧθος εἰσάγεται· καὶ ἔχει καὶ ἐκὶ τοῦτο τῆς οἰκονομίας δεξιώτατα. 558 ὠφέλειαν. 562 τὸ δεύτερον ὡς ἀντὶ τοῦ ὅτι. 566 μ᾿ μὴ οὐ. 567 ἔξοιδ᾿ ἀνὴρ ὅτι ἄνθρωπος. 581 ἀντὶ προσθήκη, πρόσδοσις. ἀντὶ δηλωθήσεται. 583 τὰ λοίσθι᾿ αἰτῇ] γράφε τὰ λοῖσθ᾿ ἄρ᾿ αἰτῇ βίου. 584 τοῦ ζῆν ἢ ἐπιλέλησαι ἢ οὐ φροντίζεις. 585 ἐνταῦθα γάρ μοι κεῖνα: διὰ τοῦ τέλους καὶ τὰ μέσα τοῦ βίου εὐτυχήσει· προσδοκῶν γὰρ σὺ ὠφεληθήσεσθαι παρ᾿ ἐμοῦ ὅμοῦ ὅταν ἀποθάνω ἀποθάνω ζῶντά με γηροβοσκήσεις. 586 βραχὺ δῶρόν με αἰτεῖς τὸ ἐν Ἀθήναις θάψαι σε. 593 γνώμη. 602 πῶς δῆτα οὗν, φησί, μεταπέμψαιντο ἄν σε εἰ μὴ ἔστι δυναὸν κατελθεῖν διὰ τὸ πατροκτόνον εἶναι; ὁ δέ φησι τὸ θεῖον αὐτοὺς ἐξαναγκάσει τοῦτο πράττειν. 605 ἀντὶ ὑπὸ ταύτης τῆς χθονὸς πληγῆναι. 619 τὰ νῦν οὔπω γὰρ ἧν ἔχθρα Θηβαίοις καὶ Ἀθηναίοις. 623 ἀντὶ ἀληθὴς ὡς καὶ Ὅμηρος ἐπιστάμενος σάφα εἰπεῖν ἀντὶ τοῦ ἀληθῶς. 624 οἷον τὰ ἄρρητα. 630 ἀνεφαίνετο· τοιοῦτόν ἐστι καὶ τὸ παρʼ Ὁμήρῳ καὶ εἴρετο δεύτερον αὖτις. 632 ἀντὶ φίλου. φιλό(ξενος, ἁπλοϊκώτερον δορυξένους καλοῦσι καὶ τοὺς ὁπωσδήποτʼ οὖν ἐπιξενωθέντας· ἢ ἐπιτατικῶς καὶ πολεμίοις φίλη. 636 οὔποτʼ ἐκβαλῶ οὐ καταφρονῶ τῆς εἰς αὐτὸν χάριτος. οὐκ ἐκβάλλω ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου ὑποδέχομαι. 638 σέ: τὸν χορόν. 639 ἐμοῦ στείχειν εἰς τὸ ἄστυ. 641 τῇδε γὰρ συμπράξομαι ὡς σὺ βούλει. 647 εἰ δύναιο κρατεῖν τῶν ἐχθρῶν ἐνθάδε μένων μέγα ἂν δώρημα λέγοις τῆς ἐνταῦθα διατριβῆς. 648 εἰ ἐμμένει σοι τὰ ἐπαγγελθέντα.