Ancient Greek · ~5 min
497 to 526
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 497-526
Not analysed yet
497 τὸ τοῦ ὀνείρου τέρας. 498 τοῖς δρῶσι καὶ συνδρῶσιν: ὑμῖν ταῖς δρώσαις ὑπὲρ Ἀγαμέμνονος καὶ ἡμῖν ταῖς συνδρώσαις καὶ συναχθομέναις. 500 τοῖς ἐκφοβοῦσιν τοὺς ὁρῶντας ὅταν ὦσι δεινοί. 501 τοῖς τῶν ὀνείρων. 503 εὖ οὐ τοῖς ἑωρακόσιν ἀλλὰ τῇ Ἠλέκτρᾳ. 504 ὦ Πέλοπος: Φερεκύδης φησί, Πέλοψ νικήσας τὸν ἀγῶνα καὶ λαβὼν τὴν Ἱπποδάμειαν ὑπέστρεφεν ἐπὶ τὴν Πελοπόννησον μετὰ τῶν ὑποπτέρων ἴππων καὶ τοῦ Μυρτίλου, καθʼ ὁδὸν δὲ καταλαβὼν αὐτὸν προϊόντα πρὸς τὸ φιλῆσαι αὐτὴν ἔρριψεν εἰς θάλασσαν. οἷον ἦν καὶ τὸ πρῶτον πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε. 505 πολύπονος ἱππεία: πολύπονος γενομένη πᾶσιν Ἀργείοις· καὶ ἑρμηνεύει αὐτὸ λέγων ὡς ἔμολες αἰανὴ τᾷδε γᾷ· αἰανὴ δὲ θρηνητικὴ παρὰ τὸ αἲ αἲ ἐξ οὗ γίνεται. 508 εὖτε γὰρ ὁ ποντισθείς: ὁ νοῦς τοιοῦτός ἐστιν, ἀφʼ οὔ ὁ Μυρτίλος ἀπέθανεν οὐ διέλιπεν αἰκία τοὺς πολυκτήμονας δόμους· ὁ γὰρ Ἑρμῆς πατὴρ Μυρτίλου ἐμήνισε τοῖς Πελοπίδαις. 511 αἰκισμοῖς, ὕβρεσιν. 512 ἀντὶ τοῦ παντάπασιν. 516 ἀνειμένη μέν: ἄνεσιν ἔχουσα· πανταχόθεν δὲ διαφόροις ἐξαλλαγαῖς τὸν ἔλεον Ἠλέκτρας διαγράφει ὁ ποιητής. 518 αἰσχύνειν ἀντὶ τοῦ καθ᾿ ἡμῶν λέγειν. 526 ἐξ ἐμοῦ· καλῶς: ἴδιον ῥητορικῆς τόλμης τὸ μὴ ἀρνεῖσθαι μὲν πιθανὴν δὲ τῶν δεδραμένων ἐπεισφέρειν αἰτίαν· οὐχ ὡς δίκαια δὲ πραττούσης συνηγορεῖ ὁ ποιητὴς ἀλλʼ ἵνα μὴ ἀργὸν εἴη τὸ πρόσωπον.