Ancient Greek · ~2 min
EΙΣ ΗΛΕΚΤΡΑΝ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 539
Not analysed yet
539 πότερον ἐκείνῳ παῖδες; λαμβάνονταί τινες τοῦ ποιητοῦ ἐκ τῶν Ὁμηρικῶν ἐπεὶ ἐκεῖνος μίαν γεγονέναι τῷ Μενελάῳ τὴν Ἑρμιόνην φησίν, οὗτος δὲ διπλοῦς ὁμομητρίους φησὶν αὐτῷ γεγονέναι· ὅμως οὐ συμφωνεῖ αὐτῷ Ἡσίοδος ἣ τέκεθʼ Ἑρμιόνην δουρικλειτῷ Μενελάῳ, ὁπλότατον δʼ ἔτεκεν Νικόστρατον, ὄζον Ἄρηος· οὐ περὶ μεγάλων δὲ αἱ τοιαῦται διαφωνίαι τοῖς ποιήμασιν ὥστε οὐ πάνυ δεῖ αὐτοὺς ἐπὶ τῶν τοιούτων ἐνοχλεῖν ἀφεμένους τῶν ἀναγκαιοτέρων ἅπερ παρατηρεῖν ἐχρῆν, ταῦτα δέ ἐστι τὰ ἠθικὰ καὶ χρήσιμα ἡμῖν τοῖς ἐντυγχάνουσιν· ὅρα οὖν πῶς ἐκείνῳ τῷ μέρει τῆς ἱστορίας κατεχρήσατο ὅτι συνέφερεν τῷ λόγῳ τῆς Κλυταιμήστρας. Ἑρμιόνη καὶ Νικόστρατος.