Ancient Greek · ~8 min
500 to 598
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 500-598
Not analysed yet
500 οὔπω πιστεύω ὅτι οἱ μάντεις πλέον ἐμοῦ φρονοῦσιν. 503 σοφίαν νῦν φησι τὸν στοχασμόν· ὃ γὰρ λέγει τοῦτό ἐστιν, ὅτι ἐν τῷ στοχάζεσθαι ἄλλος ἄλλον παρέλθοι καὶ νικήσειεν. 505 ἀλλʼ οὔποτʼ ἔγωγ᾿ ἄν, πρίν: ἐγὼ δὲ οὐκ ἄν ποτε ἐπαινέσαιμι τοὺς μεμφομένους τὸν βασιλέα οὐδʼ ὀρθὸν ἂν αὐτῶν τὸ ἔπος φαίην πρὶν ἴδοιμι σαφῆ τὰ ἔργα καὶ τὴν ἀπόβασιν. 507 φανερὰ γάρ: ἃ μὲν ἐγκαλοῦσιν αὐτῷ ἄδηλα καὶ οὐ πάντως ἀληθῆ ἃ δὲ κατώρθωσε φανερὰ ὅτε ἐπελθούσης αὐτῷ τῆς Σφιγγὸς ὤφθη σοφός. 510 βασάνῳ θ᾿ κρίσει τε ἡδὺς ὤφθη τῇ πόλει· ἢ οὕτως, ἀπὸ τῆς βασάνου δὲ τῆς Σφιγγὸς ἡδέως διετέθη ἡ πόλις πρὸς τὸν Οἰδίποδα. κρίσει. 511 λείπει τὸ ἕνεκα. 512 ἔρχεται ὁ Κρέων ἐπὶ τῇ κατʼ αὐτοῦ ὑπονοίᾳ ἀγανακτῶν καὶ ἀπολογήσασθαι βουλόμενος. 515 μὴ καρτερῶν, μὴ φέρων, δυσανασχετῶν. 518 οὐ βούλομαι ζῆν ἐπὶ ταύτῃ τῇ φήμῃ. 523 ἐπειδὴ τὸ τοῦ χοροῦ πρόσωπον ἰσόρροπον δεῖ ἐν ταῖς διαίταις εἶναι διὰ τοῦτο καὶ νῦν παραμυθεῖται τὸν Κρέοντα ὅτι ἴσως κατʼ ὀργὴν τοῦτο εἶπεν ἐρεθισθεὶς. ὑπὸ τοῦ μάντεως. 525 κατʼ ἐρώτησιν ὁ λόγος. ἐρρέθη. 528 τοῦ χοροῦ οὐκ ἔχοντος λέγειν τίνι γνώμῃ ταῦτα ἐλέγετο ἀπὸ τῶν ἔξωθεν συμβάλλειν βουλόμενος ὁ Κρέων περὶ τοῦ βλέμματος καὶ τοῦ σχήματος ἐν ᾧ ταῦτα ἔλεγεν ὁ Οἰδίπους πυνθάνεται. ἀληθοῦς. 529 κατηγόρει ὁ Οἰδίπους. ἔγκλημα. 534 τοῦδε ἀντὶ ἐμοῦ· ἢ καὶ τοῦ Λαΐου. 543 ἀντὶ τοῦ ποιήσεις· ἔστι δὲ Ἀττικισμός. 545 σὺ μὲν δεινὸς εἶ ἐν τῷ λέγειν ἐγὼ δὲ οὐ μετʼ εὐνοίας σοῦ ἀκούω διὰ τὴν δυσμένειαν. 552 οὐκ ἐκτίσειν τὴν τιμωρίαν. 556 ἐν εἰρωνείᾳ· εὐήθη γὰρ θέλει λέγειν τὸν Τειρεσίαν. 557 ἔθʼ αὑτός: ὁ αὐτός. 559 ἐπεὶ κατὰ παράλειψιν εἶπεν λέγει, τί με ἐρωτᾷς; ἀγνοῶ. 566 ζήτησιν, δοκιμασίαν. 572 ὁ μάντις εἰ μὴ ἐλάμβανέν σε κοινωνὸν τοῦ βουλεύματος οὐκ ἄν με ἔφη τοῦ Λαΐου φονέα. 580 τὸ τέλειον ἃ ἂν ἀντὶ τοῦ ἅτινα ἄν. ἀντὶ τοῦ ἔχει. 597 προκαλοῦσιν. 598 ἀντὶ ἐμοί.