Ancient Greek · ~8 min
599 to 652
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 599-652
Not analysed yet
599 πῶς δῆτʼ ἐγὼ κεῖνʼ ἂν λάβοιμι: προκατασκευάσας ὡς ἄμεινόν ἐστιν αὐτῷ τοῦ τυραννεῖν τὸ ἀφόβως κοινωνεῖν τῇ τυραννίδι τοῦτο ἐπήνεγκεν· ὁ γὰρ νοῦς, ὁ ταῦτα τὰ συμφέροντα ἐνθυμούμενος οὐκ ἂν γένοιτο κακὸς ὥστε ἑτέρῳ τινὶ ἀσυμφόρῳ ἐπιχειρῆσαι. τὰ κακὰ ἀντὶ τῶν καλῶν. 600 ἀντὶ φρονοῦντος· ἢ οὕτως, ὁ καλῶς φρονῶν νοῦς οὐκ ἂν κακὸς γένοιτο. 603 καὶ τῶνδʼ ἔλεγχον τοῦτο μὲν Πυθώδʼ ἰών: ζήτησον, φησίν, εἰ τὸν χρησμὸν ὑγιῶς ἀφῖγμαί σοι φέρων εἶτα εἰ κατεκοινώνησα τοῦ μαντείου τῷ Τειρεσίᾳ. 607 ὅτι καὶ αὐτὸς τὸν ἐμαυτοῦ καταψηφίσομαι θάνατον. 611 ἴσον γάρ ἐστι κακὸν ἀπωθήσασθαι φίλον ἐσθλὸν καὶ τὸν ἑαυτοῦ βίον. 616 σοὶ εὐλαβουμένῳ πεσεῖν καὶ ἐπιβουλευθήσεσθαι παῤ αὐτοῦ καλῶς ἔλεξεν ὁ Κρέων ὅτι ἐν χρόνῳ γνώσῃ τάδʼ ἀσφαλῶς, ὁποῖός εἰμι περὶ σέ· ὁ γὰρ ταχὺ βουλευόμενος καὶ μὴ πολλάκις βασανίζων τὴν γνώμην σφάλλεται πρὸς ὃ ὁ Οἰδίπους φησὶν ὅτι πρὸς τὰς ταχείας ἐπιβουλὰς δεῖ ταχεῖαν καὶ τὴν ἄμυναν εἶναι. 620 τὰ τὰ τοῦ Κρέοντος τοῦ ἐμοὶ ἐπιβουλευσαμένου. 621 ἡ ἄμυνα. 625 οὕτω λέγεις ὡς μὴ πεισθησόμενός μοι ἀλλʼ ἀντιλέξων τῇ κελεύσει. 626 ὅσον ἧκον εἰς ἐμὲ καλῶς βουλεύομαι· ἢ οὕτω, τὸ γοῦν ἐμαυτῷ σύμφορον ποιῶ πρὸς ὅ φησιν ὁ Κρέων ὅτι καὶ τὸ ἐμὸν συμφέρον δεῖ σε σκοπεῖν, ὅτι οὐ δεῖ με ἀκαίρως ὑπονοεῖσθαι. 628 ὧν ὑπονοεῖς. ἀρκτέον γ᾿ ἀλλὰ χρὴ βασιλεύειν. 636 ἴδια κινοῦντες φιλονεικοῦντες. 637 οὐκ εἶ: ἀντὶ τοῦ οὐκ ἐλεύσῃ· καλῶς δὲ οὐ πυνθάνεται τὴν αἰτίαν τῆς ἔριδος ἐκ παντὸς ἀπαλλαγῆναι αὐτοὺς βουλομένη, ἅμα δὲ καὶ ἵνα μὴ διλογία ᾖ. 640 δυοῖν ἓν τῶν δύο ποιήσας. 644 τοῦ βίου. 648 τοὺς τοῦ χοροῦ. 649 οἷον μὴ τῇ ὀργῇ εἴκων ἀλλὰ τὰ δέοντα διασκεψάμενος. καλῶς τὸ θελήσας· πολλάκις γὰρ ἐπὶ ταῖς ὀργαῖς μεταγνῶναί τις ὀφείλων αἰδούμενος ἐμμένει τοῖς ἁμαρτήμασιν. 652 ἢ τὸν ἐν τῷ πρὶν χρόνῳ ἢ τὸν ἐν τῷ εἰρημένῳ λόγῳ (ἀπελογήσατο γάρ), νῦν δὲ μεγάλην πίστιν ἐπαγόμενον ἀπὸ τοῦ ὅρκου αἰδέσθητι.