Ancient Greek · ~5 min
649 to 676
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 649-676
Not analysed yet
649 τὸ τοῦδέ γ᾿ ἐφʼ ἑαυτοῦ πεποίηται τὴν δεῖξιν ὁ Θησεύς. 650 πίστιν ἐπιθεῖναι παρακελεύσω. 651 τούτου τὸ ἑξῆς ἐστιν οὕτως, οὐκ ἂν πλέον λέβοις ὁρκίασς με ἢ λόγῳ πιστεύσας. 652 φόβος. 653 τοῖς τοῦ χοροῦ. 655 ὀκνοῦντ᾿ οὐ νεμεσητόν μοι εἰ ὑπὸ δέους τὰ αὐτὰ συνεχῶς λέγω· τὸν φοβούμενον γὰρ ἀνάγκη ταὐτὰ λέγειν. οὐκ οὐδὲν δέδοικεν. 658 ἀντὶ τοῦ πολλοὶ ἄυθρωποι πολλὰ ἀπειλήσαντες ἐκ θυμοῦ πέψαντες τὸν θυμὸν καὶ τὸν καθεστηκότα νοῦν ἀναλαβόντες ἀπαύσαντο τῶν ἀπειλῶν. 661 τοῖς Θηβαίοις. 662 τῆς σῆς λείπει ἡ περί, περὶ τῆς ἐπανόδου. 663 πλώσιμον: ἀδιάβατον· δεδοίκασι γὰρ ἡμᾶς. 668 μέχρι τοῦ ἀηδών: ἡ διαριβὴ τοῦ χοροῦ πρὸς τὸ ἐγκώμιον τῆς χώρας αὐτοῦ τοῦ Σοφοκλέους, ἐπὶ τὸ ἴδιον ἀπαντῶντο χαρακτηριστικόν, τὸ γλαφυρὸν καὶ ᾠδικὸν μέλος. ὦ Οἰδίπου. 670 τὸν τὸν λευκόγεων. 671 ᾄδει. 674 ἄνω ἔχουσα ὡς ἐν Λυκοὑργῳ Αἰσχύλος ἄκουε δ’ ἀν οὗς ἔχων ἀντὶ τοῦ ἄνω τὸ οὖς ἔχων. ὑπὲρ ἑαυτὴν ἔχουσα τὸ φυτόν. 676 φυλλάδα μυριόκαρπον: παρὰ τὸ Ὁμηρικὸν τὴν μὲν ἄῤ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων οὔτε μιν ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν· ἀπὸ κοινοῦ δὲ τὸ ἀνέχουσα· ἀνήλιον δὲ διὰ τὴν δασύτητα τῶν φυτῶν. διὰ τὸ δάσος.