Ancient Greek · ~5 min
527 to 549
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 527-549
Not analysed yet
527 ἀμφινείκητον ὄμμα νύμφας: ἀντὶ ἡ περιμάχητος νύμφη περιφραστικῶς· ἀπὸ δὲ τοῦ καλλιστεύοντος αὐτὴν εἶπεν μέρους. ἔτι δὲ καὶ νύμφη ἐλεεινὴ οὖσα ὑπέμεινεν ἡ περικαλλὴς Δηιάνειρα. 528 ἀντὶ τοῦ ἀνέμεινεν. 529 παραχρῆμα γαμηθεῖσα τῶν τῆς μητρὸς ἀφωρίσθη πραγμάτων. 531 ἦμος, φίλαι, κατʼ οἶκον: Δηιάνειρα πρὸς τὸν χορὸν ἐξελθοῦσα διαλέγεται καί φησιν, ἐν ὅσῳ ὁ Λίχας κατὰ τὸν οἶκον συντάττεται ταῖς αἰχμαλώτοις ἐξῆλθον ἵνα ἅπερ ἐμηχανησάμην δηλώσω ὑμῖν. 532 ὡς ἐπʼ ὡς μέλλων αὖθις ἐξιέναι πρὸς τὸν Ἡρακλέα. 535 σὺν ὑμῖν θρηνήσουσα. 536 ἀλλʼ ἐζευγμένην |παρεισδέδεγμαι: γεγαμημένην τῷ Ἡρακλεῖ προσεδεξάμην φορτίον λωβητὸν τῆς ἐμῆς φρενός, βλαβερὸν φορτίον καὶ ἐφύβριστον. 538 ἀντὶ τοῦ ζημίαν. 539 μιᾶς ὑπὸ |ἀντὶ τοῦ μιᾶς κοίτης. 542 οἰκούριʼ ἀντέπεμψε; τοιαῦτα τῆς οἰκουρίας δῶρα ἔπεμψέ μοι ὑπὲρ τοῦ χρόνου παντὸς οὐ συνῴκησα αὐτῷ ὅ ἐστιν εὐχαριστήρια τῆς πολυχρονίας ἡμῶν οἰκουρίας. 547 τὴν μὲν ἕρπουσαν πρόσω: τῇ Ἰόλῃ προκόπτουσαν καὶ αὐξομένην τὴν ἥβην. 548 τὴν δὲ ἑαυτὴν λέγει δεικτικῶς· φθίνουσαν δὲ ἀντὶ τοῦ βεβηκυῖαν. ὧν: δύο ἡλικιῶν τὴν νεάζουσαν ἁρπάζειν εἴωθεν ὁ τοῦ ἀνδρὸς ὀφθαλμός. 549 ὀφθαλμὸς ἄνθος: τὸ ἄνθος τῶν νέων γυναικῶν φιλεῖ ἁρπάζειν ὁ ὀφθαλμὸς τοῦ ἀνδρός, τῶν δὲ ὑπαναχωρεῖν δηλονότι τῶν πρεσβυτέρων.