Ancient Greek
ΕΙΣ ΤΡΑΧΙΝΙΑΣ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 550
Not analysed yet
550 μὴ πόσις μὲν Ἡρακλῆς: διαφορὰν ταύτην ἔχει ἡ πόσις πρὸς τὸν ἄνδρα· πόσις γὰρ λέγεται καὶ ὁ πρὸ πολλοῦ ἀποστὰς τῆς γυναικός, ἀνὴρ δʼ ὁ συνὼν καὶ ὁ πρὸ ὀλίγου χωρισθεὶς ὡς τὸ ἆνερ, ἀπʼ αἰῶνος νέος ὤλεο· δέδοικα οὖν, φησί, μὴ ἐμὲ καταλιπὼν πόσις μὲν ἐμὸς κληθῇ ὡς συνοικήσας μοί ποτε ταύτης δὲ ἀνὴρ ὡς ἔτι αὐτῇ συνοικῶν. πόσις: πρόσις τις ὢν παρὰ τὸ προσιέναι.