Ancient Greek · ~8 min
529 to 571
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 529-571
Not analysed yet
529 ἐρύθημα. 531 ἡ γὰρ ἔχιδνα λάθρᾳ καθεζομένη τῶν ἀνθρώπων ἐκπίνει τὸ αἷμα. ὑφειμένη: ὑποχαλωμένη, ἐαθεῖσα, ἀπολυθεῖσα. 535 ἢ ξομῇ τὸ μὴ ἢ ἀπαρνῇ εἰδέναι ἐνώμοτος; 536 εἴπερ ἥδʼ ὁμορροθεῖ: ὅρα πῶς ἑαυτὴν πρόδηλον ὡς συκοφαντοῦσαν ποιεῖ· ὁμολογεῖ γὰρ πεπραχέναι ταύτης συντιθεμένης ὅπερ ἀδύνατον. ὁμοφωνεῖ. 538 ἀλλʼ οὐκ ἐάσει τοῦτό γʼ ἡ δίκη: ἡ μὲν μὴ δράσασα ὁμολογεῖ πεπραχέναι καὶ κεκοινωνηκέναι διὰ τὸν πόθον τῆς ἀδελφῆς ἡ δὲ σπουδάζει ζῶσαν αὐτὴν διαφυλάξαι. 540 ἀλλʼ ἐν κακοῖς τοῖς σοῖσιν; καὶ διὰ τούτων μὴ δεδρακέναι ὁμολογεῖ. 541 κοινωνόν. 542 ὧν ἀντὶ τοῦ ὑφʼ ὧν τὸ ἔργον πέπρακται αἰτιῶν. 545 ἀντὶ τοῦ τιμῆσαι. 549 τοῦδε γὰρ σὺ κηδεμών: ἢ τοῦ βίου ἐπεὶ φιλοζωοῦσα οὐ συνέπραξας ἢ τοῦ Κρέοντος ἐπεὶ μὴ παρέβης αὐτοῦ τὰ ψηφίσματα. 550 ἀντὶ τοῦ ὠφελοῦσα. 551 εἰ γέλωτʼ ἐν σοὶ γελῶ: εἰ γελῶ, φησίν, ἐπὶ σοὶ ἀλγοῦσα γελῶ οἷον καταγελῶ σου ὅτι οὐκ ἠθέλησάς μοι συμπονῆσαι. 552 ἀντὶ τοῦ ποίαν μηχανὴν εὕροιμι; 556 ἀλλʼ οὐκ ἐπʼ ἀρρήτοις: ἀντὶ τοῦ προεῖπόν σοι τὰς ἐσομένας τιμωρίας ἐν τῇ παραβάσει. ἀλλʼ οὔπω παρὰ γνώμην μου ταῦτα πέπραχας ἀλλὰ κἀμοῦ συνειδυίας τὰ πραττόμενα. 557 καλῶς σὺ μέντοι τοῖς δʼ ἐγὼ δόκουν φρονεῖν: σεαυτῇ καλῶς ἐδόκεις φρονεῖν μὴ συμπράττουσά μοι ἐγὼ δὲ τούτοις ἢ τοῖς ἀνδράσιν ἢ τοῖς ἐμοῖς δόγμασιν· τινὲς δὲ τῷ νόμῳ καὶ τῷ δικαίῳ. 558 ὅτι σὺ μὲν ἔπραξας ἐγὼ δὲ συνῄδειν. 559 ἡ δʼ ἐμὴ ψυχὴ πάλαι τέθνηκεν: οἷον προηκάμην τὸ ζῆν βοηθῆσαι βουλομένη τῷ ἀδελφῷ. 561 τὴν μὲν ἀρτίως ἄνουν πεφάνθαι: τὴν Ἰσμήνην ὅτι εἰ καὶ μὴ συνειργάσατο ῥίπτει ἑαυτὴν εἰς κίνδυνον. 563 οὐ γάρ ποτ᾿, ναξ: τοῦτό φησιν ὑπεραπολογουμένη τῆς Ἀντιγόνης ὅτι εἰ καὶ κακῶς ποιεῖ μεταβληθήσεται· οὐ μένει γὰρ οὐδὲ ὁ ἐξ ἀρχῆς κακὸς νοῦς τοῖς κακῶς φρονήσασι πρὸς ὅ φησι Κρέων, σοὶ γοῦν μένει κακὸς ὁ νοῦς ὁπότε εἵλου τῶν κακῶν εἶναι κοινωνός. 567 ἀντὶ τοῦ μὴ φρόνει ὅτι ἐν τοῖς ζῶσίν ἐστιν. 568 ἀντὶ τοῦ τὴν νύμφην. 569 παιδοποιήσιμοι, εὐγεώργητοι. 570 τὰ τοῦ γάμου φησίν. 571 λείπει τὸ συνάπτεσθαι.