Ancient Greek · ~8 min
573 to 603
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 573-603
Not analysed yet
573 καὶ σὺ καὶ τὸ σὸν λέχος. τὸ σὸν τὸ ὑπὸ σοῦ ὀνομαζόμενον οἷον τὸ ὄνομα τῆς νύμφης ὃ σὺ προβάλλῃ. 577 καὶ σοί γε κἀμοί: οὐ μόνον ταύτῃ ὥρισται τὸ ἀποθανεῖν ἀλλὰ καὶ σοί· μηκέτι οὖν μοι τριβὰς ἐμβάλλετε· ἢ καὶ ἐμοὶ καὶ σοὶ δέδοκται μηκέτι διατρίβειν ἐν τοῖς λόγοις. 578 ἐκ δὲ τοῦδε χρή. ὁ δὲ περιττεύει· λέγει γὰρ ὅτι χρὴ λοιπὸν μὴ ἀνειμένας εἶναι ταύτας τὰς γυναῖκας ἀλλὰ φρουρεῖσθαι· φεύγειν γὰρ εἰώθασι καὶ οἱ τολμηροὶ πλησιάζοντα ὁρῶντες τὸν θάνατον. 579 αὐτεξουσίους. 582 εὐδαίμονες οἷσι κακῶν: ἀπὸ κοινοῦ τὸ αἰών, οἷς γὰρ ἂν σεισθῇ δόμος τούτοις ὁ αἰὼν οὐδὲν ἄτης ἐλλείπει ἕρπων ἐπὶ τὸ πλῆθος τῆς γενεᾶς ἀλλὰ πάντα ἐπιφέρει τὰ δεινὰ ὥστε ὅμοιόν ἐστι τῶν οἴκων τὸ κίνημα ἐκσεισθέντι κύματι ταῖς τοῦ Βορέου πνοαῖς οἷον γαλήνης οὐ ῥᾳδίως τυγχάνουσιν ὅσοι ἐν κλύδωνι γίνονται ἀλλʼ οὐδὲ δυστυχίᾳ περιπίπτων οἶκος εὐχερῶς ἀνανεύει. 584 ταραχθῇ. 587 ὅμοιον ὥστε ποντίας ἁλός: τὸ ἑξῆς, ὅμοιον ὡς ὅταν Θρῇσσῃσιν ποντίαις δυσπνόοις πνοαῖς οἶδμα ἔρεβος ὕφαλον ἐπιδράμῃ ἀντὶ τοῦ ἐκ βάθους κινήσῃ τὴν θάλασσαν· τὰ γὰρ βαθέα μέλανα ἐκάλουν· Ὅμηρος δνοφερὸν χέει ὕδωρ· καὶ ὁ Ποσειδῶν κυανοχαίτης. 589 μέλαν. 590 ἐκ βάθους. 591 τὴν ὑπὸ ἀνέμων ταραχθεῖσαν. 592 λείπει ἡ σύν, σὺν στόνῳ. ἀντιπλησσόμεναι. 596 οὐδʼ ἀπαλλάσσει γενεάν: τὸ γένος τὸ ἐπιγινόμενον οὐκ ἀπαλλάσσει τὴν γενεὰν ἀλλʼ ἀεὶ ἐν συμφορᾷ ἐστιν. 597 καταβάλλει, καταφέρει. 599 νῦν γὰρ ἐσχάτας ὕπερ: λείπει ἄρθρον τὸ ὅ, τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτο, νῦν γὰρ ὅπερ ἐτέτατο φῶς, φησί, καὶ σωτηρία ἐν τοῖς οἴκοις τοῦ Οἰδίποδος ἐσχάτης ὑπὲρ ῥίζης ἀντὶ τοῦ ὅπερ ἔβλαστεν ἄνω τῆς ῥίζης θάνατος καταλαμβάνει. νῦν γάρ, φησίν, ὅπερ ἦν λείψανον γενεᾶς τοῦτο μέλλει καλύπτειν ἡ κόνις, τὸ καταλειφθέν φησιν ἀπὸ Οἰδίποδος βλάστημα. 601 κατʼ αὖ ἐὰν στίξωμεν κᾆτʼ αὖ νιν οὐδὲν λείπει τῷ λόγῳ. τὴν ῥίζαν. 602 θερίζει καὶ ἐκκόπτει· ἢ καλύπτει. 603 λόγου τʼ ἄνοια: ἁμαρτία, ὅτι οἰστρηθεῖσα ὑπὸ τῶν Ἐρινύων ἡ Ἀντιγόνη τοῦτο τετόλμηκεν.