Ancient Greek · ~8 min
552 to 586
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 552-586
Not analysed yet
552 ἀλλʼ οὐ γάρ, ὥσπερ εἶπον: οὐ χρὴ τὴν συνετὴν γυναῖκα θυμοῦσθαι τῷ ἀνδρί· δὲ τρόπῳ τῆς λύπης ἴαμα σχοίην ὑμῖν ἐρῶ. 554 ἀντὶ τοῦ τῆς λύπης. 556 λέβητι χαλκέῳ: δύο ὀνόματα ἐς κρατερὸν αἰχμητήν. ὡς ἔκτοτε ἀποθεμένης λέβητι ἐπὶ τὸ κατὰ καιρὸν χρήσασθαι αὐτῷ. 557 παῖς: νεωτέρα· οὐ γὰρ παρθένος. 558 ἐκ φόνων ἀνειλόμην: ἀντὶ τοῦ αἵματος· Ὅμηρος ἄκρον, ἐρευγόμενοι φόνον αἵματος· ἢ ἐκ τοῦ τόπου ὅθεν ἐφονεύθη ὁ Νέσσος· Ὅμηρος ἐν ἀργαλέῃσι φονῇσιν. τῶν σφαγῶν. 560 διεπέρα, διεπόρθμευεν. 562 ἡνίκα στόλον: στόλον φησὶ τὸ πλῆθος τῶν ἐν τῇ οἰκίᾳ δούλων τε καὶ ἀδελφῶν· ἡνίκα οὖν καταλιποῦσα τὸν οἶκον τοῦ πατρὸς ἔρημος ἐπηκολούθησα τῷ Ἡρακλεῖ. 565 ματαίαις χερσίν: ὅτι οὐδὲν ἤνυσεν· ἔφθασε γὰρ ὁ Ἡρακλῆς τοξεύσας καὶ ἀνελὼν αὐτόν. 566 ἐπιστρέψας χεροῖν: εὐτρεπίσας ἢ στρέψας καὶ κάμψας τὴν νευράν· ἢ εἰς αὐτὸν στραφεὶς καὶ βλέψας. 567 ἧκεν κομήτην ἰόν: ἢ διὰ τοὺς ὄγκους ἢ διὰ τὴν πτέρωσιν· τὸ δὲ πνεύμονας ἀντὶ ἑνικοῦ. 568 μετὰ ἤχου ὥρμησεν. 570 τοσόνδʼ ὀνήσῃ: ὠφεληθήσῃ καὶ ὄνησιν λήψῃ ἐκ τῶν ἐμῶν πορθμῶν. ἐὰν γράφε ἐὰν πίθῃ. 572 τὸ πεπηγός· θρέψαι γὰρ τὸ πῆξαι. 573 ᾗ| ὅπου ἥ ἐν ᾧ. 574 θρέμμα Λερναίας περιφραστικῶς ἡ ὕδρα. 575 ἔσται φρενός σοι τοῦτο κηλητήριον: ἐπιτήδειον πρὸς τὸ παῦσαι καὶ κηλῆσαι· καταπαυστήριον τῆς φρενὸς τοῦ Ἡρακλέους τοῦ πρὸς ἄλλην ἔρωτος ἢ κατακηλοῦν τὴν ψυχὴν τοῦ Ἡρακλέους τῷ πρὸς τὴν Δηιάνειραν ἔρωτι. 579 τηρούμενον. 580 τοῦτό φησιν ὡς κατʼ ἐντολὴν Νέσσου καὶ ἄλλα τινὰ συμμίξασα. 581 καὶ πεπείρανται τάδε: κατείργασται, τετελείωται καὶ ἤνυσται. 582 κακὰς δὲ τόλμας. μὴ εἰδείην, φησί, κακοῖς πράγμασιν ἐπιχειρεῖν οἷον δολοφονῆσαι αὐτὸν ἢ τι τοιοῦτον ἀλλʼ ἄχρι τοῦ μεταθεῖναι αὐτοῦ τὴν γνώμην διὰ τοῦ κατασκευάδματος τούτου. τὰς φαρμακείας. 584 εἰ μὴ μάταιόν ἐστι τοῦτο τὸ κατασκεύασμα προσδοκῶ ταύτην ὑπερβαλέσθαι τῇ πρὸς τοῦ Ἡρακλέους εὐνοίᾳ, εἰ δὲ μὴ ἐπιτυγχάνω παύσομαι τῆς ἐπιχειρήσεως. 586 μεμηχάνηται τοὖργον: τοῦτο, φησί, τὸ ἔργον μεμηχάνηται οὐκ ἐπʼ ὀλέθρῳ ἀλλʼ ἴνα ταύτην φίλτροις ὑπερβαλώμεθα.