Ancient Greek
587 to 623
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 587-623
Not analysed yet
587 εἰ δὲ μή, πεπαύσομαι: εἰ δὲ μὴ ἐνεργήσῃ παύσομαι τῆς ἐπιχειρήσεως. 588 ἀλλʼ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις: ἀλλʼ εἰ πεπίστευκας ὅτι δρᾷ τι τοῦτο ἄριστά μοι δοκεῖς βεβουλεῦσθαι. 590 πιστεύω μὲν ἀληθὲς εἶναι οὐ μὴν πεπείραμαι. 592 ἀλλʼ εἰδέναι χρὴ δρῶσαν: δεῖ σε δρῶσαν ἔχειν τὴν πίστιν καὶ μὴ μόνον δοκεῖν ἐπίστασθαι· οὔπω γὰρ ἔχεις τὴν γνῶσιν ἕως οὐ πεπείρασαι. δεῖ σε, φησίν, ἐπιχειροῦσαν γνῶναι. 593 ἂν γράφε ἄγνωμα. 594 ἀλλʼ αὐτίκʼ εἰσόμεσθα: γνωσόμεθα, φησί, τὴν δύναμιν τοῦ σκευάσματος· βλέπω γὰρ τὸν Λίχαν πλησίον πορευόμενον ὃς ἀποκομίσει τὸν πέπλον τῷ Ἡρακλεῖ καὶ ἔσται ἡμῖν διὰ τούτου πεῖρα. 596 μόνον παρʼ ὑμῶν εὖ στεγοίμεθα: κρυπτοίμεθα οἷον σιωπὴ γένοιτο. λάθρᾳ. 597 κἄν αἰσχρὰ ἀντὶ τοῦ πράσσῃ τις ὧς τὸ ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις. 599 τῷ μακρῷ ἀντὶ τοῦ διὰ τὸ ἐνταῦθα χρόνῳ ἐνδιατρῖψαι. 602 εὐυφῆ πέπλον: ἰσχνουργῆ· οὐκ εὖ δὲ τὸν ἀνδρεῖον χιτῶνα πέπλον φησί. γράφε δὲ ἀυφῆ ἀντὶ τοῦ λεπτουφῆ. 607 μήτʼ ἐφέστιον σέλας: ἀντὶ τὸ κατʼ οἶκον πῦρ· ἕρκος δὲ ἱερόν. ὁ βωμὸς ἢ τὸ ἱερόν. 608 πρὶν κεῖνος: πρὶν αὐτός, ἐνδυσάμενος, ἐπὶ τῆς οἰκίας φανερὸς καὶ ὑπʼ ὄψεσι πάντων προελθεῖν. 609 καθʼ ἣν μέλλει ταύρους θύειν τοῖς θεοῖς εὐχαριστήρια. 611 ἀνενδοιάστως. 612 στελεῖν χιτῶνι τῷδε: σκεπάσειν, ἐνδύσειν, περιβαλεῖν αὐτὸν τούτῳ τῷ χιτῶνι καὶ φανεῖν αὐτὸν σφαγέα τῶν θυμάτων. 613 καινοπρεπῆ. 614 σῆμ᾿ ὃ κεῖνος εὐμαθές: εὔγνωστον σημεῖον κομίσεις ὅπερ ἐκεῖνος ἐπιγνώσεται ἐπιθεὶς τὸ ὄμμα τῇ σφραγῖδι, γνοὺς ὅτι παρʼ ἐμοῦ εἴη ἡ σφραγίς. 615 σφραγῖδος περιφραστικῶς τῇ σφραγῖδι. 616 ἀλλʼ ἕρπε καὶ φύλασσε: οὗτός ἐστιν ὁ προσήκων νόμος τοῖς διακονοῦσιν ὥστε μηδὲν περαιτέρω δρᾶν τῶν προσταττομένων αὐτῷ· ἐμφαίνει δὲ αὐτῷ μὴ ἀποσφραγίσαντα περιεργάζεσθαι τί ἔγκειται. 618 ἔπειθ᾿ ὅπως ἂν ἡ χάρις. γνησίως διακονούμενος διπλασιάσεις τὴν χάριν καὶ ἴσως φιληθήσῃ παρʼ ἑκατέρου. 620 Ἑρμοῦ —κῆρυξ γὰρ ὁ θεός. 622 τόδʼ τὸ κιβώτιον. 623 λόγων τε πίστιν ὧν ἔχεις: ἔντειλαι δέ μοι, φησί, καὶ περὶ πραγμάτων ἄλλων μυστικῶν καὶ λόγους ἀνακοίνωσαί μοι καὶ φυλάξω. ἐπίθες, φησίν, ἣν θέλεις σφραγῖδα.