Ancient Greek · ~2 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 570
Not analysed yet
570 ὥς σφιν γένηται γηροβοσκός: πάνυ περιπαθῶς τὸ ἐπὶ γονεῦσι καὶ παισὶ διαθήκας ποιῆσαι· θαυμαστῶς δὲ πρὸς ἅπαντας τοὺς λόγους τῆς Τεκμήσσης τὰς ἀντιθέσεις ἐποιήσατο, οὐκ ἄντικρυς τοῦτο ὑπισχνουμένου τοῦ ποιητοῦ, τοῦ μὲν μὴ ὑβρισθῆναι τὸν παῖδα ὑπὸ τῶν Ἑλλήνων τὴν ἀπὸ τοῦ Τεύκρου φυλακὴν προβαλλόμενος τοῦ δὲ μὴ γελασθήσεσθαι ὑπʼ ἐκείνων τὴν τοῦ παιδὸς ἀρετὴν ὅν φησι καὶ ἐκδικήσειν αὐτὸν ἐν ἡλικίᾳ γενόμενον, πρὸς δὲ τὰ περὶ τῶν γονέων ὅτι ἀντʼ αὐτοῦ γηροβοσκὸς αὐτοῖς καταλείπεται ὁ Εὐρυσάκης.