Ancient Greek
604 to 611
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 604-2-611
Not analysed yet
604 τοῦτό φησιν, ὅτι προαιρέσει τοῦ Διὸς πάντα γίνεται. 605 κατάσχοι: εὐκτικῶς ὡς ποιήσαι τρίτου προσώπου· ὑπερηφανίᾳ κρατῆσαι δύναται. 606 ὁ παντογήρως: ὁ ἀσθενείας παραίτιος· τὸ γὰρ γῆρας ἀσθενές ἐστιν, ἀσθενοῦμεν δὲ τῇ γλυκείᾳ προσβολῇ τοῦ ὕπνου κατεχόμενοι· ἢ παντογήρως ὁ αἰώνιος καὶ ἄχρι γήρως τοῖς ἀνθρώποις καὶ πᾶσι τοῖς ζῴοις παραμένων. αἰώνιος. 607 οὔτʼ |ἀκάματοι θεῶν μῆνες: ἀντὶ ἡ τοῦ χρόνου περίοδος. 608 ἀγήρῳ δὲ χρόνῳ δυνάστας: ἀντὶ τοῦ δυναστεύων καὶ ἄρχων τοῦ ἀγηράου χρόνου κατέχεις τὸν Ὄλυμπον· ἀγήρων δὲ τὸν τῶν θεῶν χρόνον φησὶν ἐπεὶ μήτε ὑπὸ δυστυχιῶν μήτε ὑπὸ ὕπνου ἐλαττοῦται. 611 τό τʼ ἔπειτα: τὸ ἐσόμενον καὶ μετʼ ἐκεῖνο μέλλον καὶ πάλιν ἐσόμενον· τινὲς δὲ τὸ ἔπειτα ἰδίως ἐπὶ ἐνεστῶτος λελέχθαι φασὶν ἀντὶ τοῦ νῦν. ὅ ἐστιν ἀεὶ δυνάμενον βοηθεῖν.