Ancient Greek
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 91
Not analysed yet
91 ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον; εἰσί γε οἵ φασι τὸ μνῆμα τοῦ Οἰδίποδος ἐν ίερῷ Δήμητρος εἶναι ἐν Ἐτεωνῷ μεταγαγόντων αὐτὸν ἐκ Κέου τινος ἀσήμου χωρίου καθάπερ ἱστορεῖν φησιν Ἀρίζηλον Λυσίμαχος ὁ Ἀλεξανδρεὺς ἐν τῷ ιγ' τῶν Θηβαῖκῶν γράφων οὕτως, Οἰδίπου δὲ τελευτήσαντος καὶ τῶν φίλων ἐν Θήβαις θάπτειν αὐτὸν διανοουμένων ἐκώλυον οἱ· Θηβαῖοι διὰ τὰς προγεγενημένας συμφορὰς ὡς ὄντος ἀσεβοῦς· οἱ δὲ κομίσαντες αὐτὸν εἴς τινα τόπον τῆς Βοιωτίας καλούμενον Κέον ἔθαψαν αὐτόν· γινομένων δὲ τοῖς ἐν τῇ κώμῃ κατοικοῦσιν ἀτυχημάτων τινῶν οἰηθέντες αἰτίαν εἶναι τὴν Οἰδίπου ταφὴν ἐκέλευον τοὺς φίλους ἀναιρεῖν αὐτὸν ἐκ τῆς χώρας· οἱ δὲ ἀπορούμενοι τοῖς συμβαίνουσιν ἀνελόντες ἐκόμισαν εἰς Ἐτεωνόν· βουλόμενοι δὲ λάθρᾳ τὴν ταφὴν ποιήσασθαι καταθάπτουσι νυκτὸς ἐν ἱερῷ Δήμητρος ἀγνοήσαντες τὸν τόπον· καταφανοῦς δὲ γενομένου πέμψαντες οἱ τὸν Ἐτεωνὸν κατοικοῦντες τὸν ἔθεον ἐπηράώτων τί ποιῶσιν· ὁ δὲ θεὸς εἶπεν μὴ κινεῖν τὸν ἱκέτην τῆς θεοῦ διόπερ αὐτοῦ τέθαπται· τὸ δὲ ἱερὸν Οἰδιπόδειον κληθῆναι.