Ancient Greek
ΕΙΣ ΟΙΔΙΠΟΔΑ ΕΠΙ ΚΟΛΩΝΩΙ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 681
Not analysed yet
681 θάλλει δʼ οὐρανίας ὑπʼ ἄχνας: οἱ μὲν ὑπομνηματισάμενοι γράφουσιν οὕτως, τῆς Δήμητρος καὶ Κόρης οὔ φασι στεφάνωμα τὸν νάρκισσον εἶναι· στάχυσι γὰρ αὐτὰς στεφανοῦσι· μήποτε δὲ γραπτέον μεγάλαν θεᾶν τῶν Ἐρινύων· καὶ γὰρ τὸ χωρίον ἐν ἦν ὁ Οἰδίπους αὐταῖς ἀνεῖτο· ὅτι δὲ Ἐρινύων ἐστὶ τὸ στεφάνωμα δῆλον ἐν οἷς Εὐφορίων φησὶ πρόπρο δέ μιν δασπλῆτες ὀφειλομένηνοἶμον Εὐμενίδες ἀργῆτα θυγατριδαῖ Φόρκυνος ναρκίσσοιο ἐπιστεφέες πλοκαμῖδας, ἴσως ὅτι παρὰ τοῖς μνήμασιν ὡς τὸ πλεῖστον ἐκφύεται ἤ ὅτι τοῦ φρίττειν καὶ ναρκᾶν εἰσιν αἱ δαίμονες αἴτιαι ὥστε διὰ τὸ ὄνομα συνῳκειῶσθαι τὸ φυτὸν αὐταἰς· μήποτε δὲ τὸν νάρκισσον μεγάλαιν θεαῖν ἀρχαῖον στεφάνωμα ἔφη ὁ Σοφοκλῆς τῷ συλληπτικῷ χρηςάμενος τρόπῳ ἀντὶ τοῦ εἰπεῖν θεᾶς ἀρχἴον στεφάνωμα, τῆς Κόρης· τί δή ποτε; ὅτι πρὶν ἤ τὸν Πλούτωνα αὐτὴν ἀρπάσαι τούτῳ ἐτέρπετο· συλλέγουσαν οὖν φασιν αὐτὴν τὸν νάρκισσον ἁρπασθῆναι ὥστε τὸ ἀρχαῖον τούτου ἕνεκα προσκεῖσθαι οἷον ὃ ἡν αὐτῇ θυμῆρες στεφάνωμα πρὶν ἢ συλληφθῆναι· αὖθις γοῦν φασι τὰς θεὰς ἀνθίνοις μὴ εκχρῆσθαι ἀλλὰ καὶ ταῖς Θεσμοφοριαζούσαις τὴν τῶν ἀνθίνων στεφάνων ἀπειρῆσθαι χρῆσιν, ὁ δ᾿ Ἴστρος τῆς Δήμητρος εἶναι στέμμα τὴν μυρρίνην καὶ τὴν μίλακα περὶ ἧς γίνεσθαι τὴν δικαςίαν καὶ τὸν ἱεροφάντην δὲ καὶ τὰς ἱεροφάντιδας καὶ τὸν δᾳδοῦχον καὶ τὰς ἄλλας ἱερείας μυρρίνης ἔχειν στέφανον δι᾿ ἃ καὶ τὴν Δήμητα Προσθέσθαι ταύτην φηςί. τῆς δρόσου.