Ancient Greek · ~2 min
EΙΣ ΑΙΑΝΤΑ.
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 693
Not analysed yet
693 ἔφριξʼ ἔρωτι: χρείας ἕνεκα τὸ χορικὸν νῦν παρείληπται· ἐξελθόντος γὰρ τοῦ Αἴαντος ἔδει βραχὺ διάλειμμα γενέσθαι ἵνα μὴ καταληφθῇ ὑπὸ τοῦ ἀγγέλου διὸ καὶ τὴν ὄρχησιν ποιοῦνται ἔνθεν καὶ βραχύ ἐστι τὸ χορικὸν ὡς πρὸς χρείαν εἰλημμένον. ἄλλως: τέρπεται ὁ χορὸς ἐπὶ τῷ παύεσθαι τῆς νόσου τὸν Αἴαντα καί φησιν, ὑφʼ ἡδονῆς ἔφριξα καὶ βούλομαι χορεῦσαι· εὐεπίφορος δὲ ὁ ποιητὴς ἐπὶ τὰς τοιαύτας μελοποι\ίας ὥστε ἐντιθέναι τι καὶ τοῦ ἡδέος. ὠρθώθην τῇ ἡδονῇ. ἀνεπτερώθην.