Ancient Greek · ~8 min
730 to 784
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 730-784
Not analysed yet
730 ἀπειθοῦντας καὶ ἄκοσμα διαπραττομένους. 733 οὔ φησι Θήβης τῆσδʼ ὁμόπτολις: οὐκ ἐγὼ ταῦτα λέγω ἀλλὰ πάντες οἱ τὴν πόλιν οἰκοῦντες· χαριέντως δὲ τὴν δίαιταν προσάπτει τῇ πόλει τῷ μὴ δοκεῖν βούλεσθαι ἀνατρέπειν τὰ τῷ πατρὶ βεβουλευμένα. 734 πόλις γὰρ ἡμῖν ἅ με χρή. ἅ με χρὴ προστάσσειν τῇ πόλει ἐκείνη μοι ἔχει κελεύειν; χ. τὸ χ ὅτι αὐστηρότερον προσηνέχθη τῷ πατρί. χ. εἴπερ γυνὴ λείπει τυγχάνεις· πάλιν δὲ τὸ χ διὰ τὸ αὐστηρόν. 742 διὰ δίκης δικασάμενος, δικαιολογούμενος, παρρησιαζόμενος. ἐλθών. 746 γυναικὸς ἀντὶ τοῦ ἡττηθὲν ὑπὸ γυναικός. 751 ἡ δʼ οὖν θανεῖται: διʼ ἑαυτὸν ἔφη, ὁ δὲ Fol. 58 a Κρέων ᾤετο διʼ αὐτὸν λέγειν. 752 περαιτέρω χωρήσεις. 753 τίς δʼ ἔστʼ ἀπειλή: ποίαν ὠφέλειαν ἔχει ἀπειλὴ πρὸς μωρὸν ἄνθρωπον λεγομένη; σημείωσαι. 758 τόνδʼ μὰ τὸν Ὄλυμπον. 759 λυπήσεις, ὑβρίσεις. 760 τὸ τὴν Ἀντιγόνην φησίν. κατʼ ὑπʼ ὀφθαλμούς. 762 μὴ μὴ νομίσῃς. 763 οὐδαμῶς. 765 ὡς τοῖς θέλουσι τῶν φίλων μένῃς ξυνών: γράφε μαίνῃ, ὡς μαίνῃ, φησί, παρὰ τοῖς φίλοις τοῖς θέλουσιν ὑπομεῖναι τὴν σὴν μανίαν. 767 νοῦς δʼ ἐστὶ τηλικοῦτος: ἤτοι ὁ τῶν νέων ἢ ὁ φρόνιμος· ὁ δὲ νοῦς ὁ τηλικοῦτος, φησί, βαρύτατός ἐστιν ἀλγήσας. 770 τὰς κόρας· δυικὸν γάρ ἐστι. 772 αὐτήν. 774 πετρώδει —ἐν ἐν ὑπογείῳ σπηλαίῳ. 775 φορβῆς τοσοῦτον: ἔθος παλαιὸν ὥστε τὸν βουλόμενον καθειργνύναι τινὰ ἀφοσιοῦσθαι βραχὺ τιθέντα τροφῆς καὶ ὑπενόουν κάθαρσιν τὸ τοιοῦτο ἵνα μὴ δοκῶσι λιμῷ ἀναιρεῖν· τοῦτο γὰρ ἀσεβές. 777 ὃν μόνον σέβει θεῶν: διὰ τὸ προκρῖναι τῆς ἰδίας σωτηρίας τὴν πρὸς τὸν κατοιχόμενον δίκην. 779 ὅτι πόνος περισσός ἐστι: πλήρης ὀργῆς καὶ ἀβουλίας ὁ λόγος ὅτι καὶ εἰς θεοὺς θρασύνεται. 781 Ἔρως ἀνίκατε: διὰ τὸν Αἵμονα τοῦ ἔρωτος μέμνηται· πάλαι γὰρ ὡμονόει τῷ πατρί, νῦν δὲ σχεδὸν πολέμιος γέγονε διὰ τὴν Ἀντιγόνην· τὸ δὲ ἐρᾶν πλουσίους ἔχει· καὶ ἡ παροιμία ἐν πλησμονῇ τοι Κύπρις, ἐν πεινῶσι δʼ οὔ. λείπει ἡ κατά. 782 ἐπεὶ καὶ κτημάτων ἐρῶσι πολλοί. 784 διατρίβεις.