Ancient Greek · ~5 min
683 to 699
Scholia In Sophoclem, Scholia in Sophoclem (scholia vetera) 683-699
Not analysed yet
683 ὄνομα βοτάνης. μεγάλαιν ταῖς Ἐρινύσιν. 684 ὅ τε |χρυσαυγὴς κρόκος: τοῖς τὸν νάρκισσον τῇ Δήμητρι ἀπονέμουσιν τοῦτο συμπράττει, ὅτι κἀν τῇ Νιόβῃ ὁ Σοφοκλῆς τὸν κρόκον ἄντικρυς τῇ Δήμητρι ἀνατίθεται ὥστε καὶ νῦν τὸν λόγον εἶναι περὶ τῶν Δήμητρος στεφανωμάτων· καὶ αὐτὸ δὲ τοῦτο ἰδιον ἂν εἴη Σοφοκλέους· τοῖς γὰρ ἀνθίνοις οὐ πάνυ φασὶν ἥδεσθαι τὴν Δήμητρα. ἀπὸ κοινοῦ τὸ θάλλει κατʼ ἦμαρ. 686 λήσουσι τοῦ ῥεῖν. 687 Κηφισοῦ νομάδες κρῆναι νομάδες αἱ ἐπινεμόμεναι ὥσπερ καὶ καταρρέουσαι τὴν γῆν τοῦ Κηφισοῦ πηγαί· ἢ ἃς ὁ Κηφισὸς ἐπινέμεται, λέγοι δʼ ἂν ἐν τῇ Ἀκαδημείᾳ. ὄνομα ποταμοῦ. 688 ἀλλʼ αἰὲν ἐπʼ ἥματι: ἀλλʼ ἀεὶ καθʼ ἡμέραν, φησίν, ἐπινίσσεται ὁ Κηφισὸς ὠκυτόκα ποιῶν τὰ πεδία καὶ ἔγκαρπα. 689 ὁ ποταμός. 691 στερνούχου χθονός: ἴσον τῷ γονίμου ἢ ἀντὶ πεδιούχου χθονός· μεταφορικῶς γὰρ στέρνα καὶ νῶτά φασι τῆς γῆς τὰ πεδιώδη καὶ εὐρέα καθάπερ αὖ πάλιν αὐχένας τὰ στενά. γῆς ἐπιπέδου. 692 τὴν Ἀττικήν. 698 φύτευμʹ ἀχείρητον: ὅτι ἀπέσχοντο τῶν μορίων οἱ Λακεδαιμόνιοι καὶ ἄλλοι ἱστοροῦσι καὶ Φιλόχορος ὥστε ταῖς ἀληθείαις ἐγχέων αὐτὰς φόβημα τοῖς πολεμίοις γενέσθαι· Λακεδαιμόνιοι γὰρ ἐμβαλόντες ἐν τῇ Ἀττικῇ δέκα μυριάσι Πελοποννησίων καὶ Βοιωτῶν ἡγουμένου τοῦ Ἀρχιδάμου τοῦ Ζευξιδάμου Λακεδαιμονίων βασιλέως ἀπέσχοντο τῶν λεγομένων μορίων Ἀθηνᾶν δείσαντες ὡς Ἀυδροτίων φησίν. 699 πολεμέων.